Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 18. Λόγος ιη΄ Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καί φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν.

18. Λόγος ιη΄ Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καί φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν.


n/a

Ἀδελφέ, εἰ λαοῦ καί ποίμνης ἡγούμενος κατεστάθης, σκόπησον καλῶς καί ἀνάκρινον σεαυτόν ποίῳ λογισμῷ καί ἐκ ποίου τρόπου εἰς τήν τοιαύτην κατέστης ἀρχήν. Εἰ μέν οὖν εὑρήσεις σεαυτόν κἄν ψιλῷ λογισμῷ ἐνθυμηθέντα, ὅτι διά τήν τῶν ἀνθρώπων τιμήν ταύτῃ ἐπέδραμες ἤ διά προεδρίαν ἤ διά δόξαν, εἴτε ὡς μή καταδεξαμένου σου παρ᾿ ἑτέρου ἄρχεσθαι ἀδελφοῦ διά τό οἴεσθαι μή εἶναί σου εὐλαβέστερον ἤ λογιώτερον ἕτερον, ἤ διά τό ἔχειν τάς σωματικάς χρείας περισσότερον τῶν ἄλλων ἁπάντων καί τήν δουλείαν καί τήν ἀνάπαυσιν, ἤ διά τό τινάς τῶν ἰδίων καί συγγενῶν εὐεργετῆσαι καί φίλους κτήσασθαι τούς κατά σάρκα περιπατοῦντας, ἤ διά τό ὀνομαστόν σε ἐκ τῆς ἡγουμενίας γενέσθαι καί (244) καί τῆς τοῦ κόσμου βασιλεῦσι καί ἄρχουσι γνώριμον, εἴτε καί κατά φθόνον - ὡς ὅτι οὐκ ἤθελες, ἀλλ᾿ ἵνα μή γένηται ὁ δεῖνα ὁ ἀδελφός - ἐσπούδασας τοῦ γενέσθαι σύ, ἤ καί διά τήν τῶν ἀνθρώπων αἰσχύνην, ἵνα μή ἀκούσωσι πάντες ἤ καί παραγενόμενοί τινες ἴδωσιν ὅτι ἄλλος ὑπέρ σέ προεκρίθη καί καταγνώσωσί σου ὡς μή ἐναρέτου, γινώσκων γίνωσκε ὅτι οὐ κατά Θεόν ἐγένετό σου ἡ πρόβλησις. Καί ἵνα σοι, ἐξ ὧν ὑποτίθεται ὁ πονηρός ἑκάστῳ τῶν ἐν κοινοβίῳ καθεζομένων, σαφέστερον τοῦτο ποιήσωμαι, ἐντεῦθεν ἄκουε τάς ἐπιβουλάς καί ὑπονοίας τοῦ Σατανᾶ.

Ὑποβάλλειν ἄρχεται ὁ ἐχθρός, ὅταν ὁ ποιμήν πρός Κύριον ἐκδημήσῃ, ἕτερον δέ ὀφείλει ἐκλέξασθαι ἡ ἀδελφότης, καί λέγειν ἑκάστῳ κατά τό ἴδιον πάθος, κατά τό ἴδιον θέλημα, κατά τήν ἰδίαν κατάστασιν. Ἐάν οὖν ὦσιν ἐν τῇ ποίμνῃ ἐκείνῃ τῶν εὐλαβεστέρων τινές, ταῦτα ἑκάστῳ αὐτῶν ὑποτίθεται καί φησίν· “Εἰ ἐγένου σύ ἐνταῦθα ποιμήν καί ἡγούμενος, εἶχες ἄν πάντως ὠφελῆσαι καί σῶσαι καί τῶν σῶν αὐτοῖς ἀρετῶν μεταδοῦναι, ἐπεί ὁ δεῖνα ἤ ὁ δεῖνα ἀδελφός ἐν τῷ πράγματι τοῦτο οὐ ποιεῖ”. Εἰ δέ καί γνώριμος τοῖς κατά κόσμον ἐστίν, ὑποβάλλει αὐτῷ ὅτι· “Καί πολλούς ἄν ἑλκύσαι εἶχες πρός τήν μοναχικήν πολιτείαν καί ἐξαγαγεῖν αὐτούς ἐκ τοῦ κόσμου, καί στόμα ἄν ἐγένου Χριστοῦ· ὁ γάρ ἐξάγων, φησί, τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. Εἶχον δέ προσαγαγεῖν οἱ τοιοῦτοι καί ἀποταγάς μεγάλας καί τάς ὑποστάσεις αὐτῶν ἐν τῇ μονῇ ἐπιδοῦναι, καί προστεθῆναι εἶοχε τό μοναστήριον καί οἷον τοῦ μεγάλου Εὐθυμίου καί Σάβα καί Παχωμίου τῶν ἁγίων γενέσθαι. Ἀλλά γάρ πρός τούτοις καί αὐτός περισσοτέραν ταπείνωσιν εἶχες κτήσασθαι, ἵνα ἔβλεπον καί ἐμιμοῦντό σε οἱ ἀδελφοί, (245) ὡς γάρ ἔσχατον πάντων ἄν διῆγες ἐν τῇ μονῇ καί βαστάζειν εἶχες πάντων τά βάρη, πάντων τά ἐλαττώματα. Καί οὕτως οὐ μόνον ὠφελήσας τούς πολλούς, ἀλλά καί αὐτός σύ ὠφελήθης μᾶλλον ψυχικῶς καί σωματικῶς εὗρες μεγάλην ἀνάπαυσιν”.

Ταῦτα τοίνυν ὑποβάλλει τοῖς δῆθεν ἀγωνιζομένοις ἐν τῷ σεμνείῳ. Ἄρχεται οὖν ἕκαστος αὐτῶν ἀποκαλύπτειν τόν ἴδιον λογισμόν πρός ὅν ἄν θαρρεῖ ἀδελφόν καί δῆθεν ὡς ἀστειαζόμενος καί μετριάζων, ἵνα μή καταγνωσθῇ ὡς φιλόδοξος, φησί· “Ἄρτι, κῦρι ὁ δεῖνα, ἐάν ἐφρονοῦσαν οἱ ἀδελφοί, οὐ μή εἶχον ποιῆσαί με ἡγούμενον; “. Ὁ δέ ἴσως ἀποκρίνεται καί λέγει· “Πίστευσόν μοι, πάτερ, σύ μέν, οἶδα ὅτι μετριάζεις, ἐπεί πρό πολλοῦ τοῦτο χρόνου ἐνεθυμούμην ἐγώ, ἀλλ᾿ εὐλαβούμην εἰπεῖν σοι περί τούτου, ἵνα μήπως ὡς τά παρά γνώμην σου λαλοῦντά μοι μέμψῃ”. Εἶτα πάλιν ἐκεῖνός φησι· “Καλῶς εἶπας, ἀδελφέ. Πίστευσον, οὐ χρήζω γενέσθαι, ἀλλ᾿ ἵνα μή ἀδιάφορός τις γένηται καί τό μοναστήριον καταστρέψῃ καί τούς ἀδελφούς λυπήσῃ, ἐάν ἤθελον οἱ ἀδελφοί ἵνα ἐγενόμην, καί πάντως ποιῆσαι εἶχον σέ οἰκονόμον, τόν δεῖνα καί δεῖνα κελλαρίτην καί ἀποθηκάριον, ἐγώ δέ ἐσχόλαζον πάντως εἰς μόνα τά ψυχικά καί ἵνα ἤμην ἀπό τῶν πραγμάτων ἐλεύθερος”. Ἀκούει ταῦτα ὁ ἀδελφός καί ὅτι οἰκονόμον μέλλει τοῦτον ποιεῖν, καί ἀπελθών θαρρεῖ ταῦτα τοῖς ἀδελφοῖς οὕς εἶπε ποιήσειν διακονητάς.

Ταῦτα τοίνυν καί τρεῖς ἐκ τῶν εὐλαβεστέρων ἴσως ποιοῦσιν, ἀγνοοῦντες τάς μεθόδους τοῦ πονηροῦ· τοῖς δέ γε σαρκικωτέροις καί ἀμελῶς ἔχουσι (246) περί τήν ἑαυτῶν σωτηρίαν ταῦτα ὑποβάλλει καί ὑποτίθησιν ὁ ἐχθρός, τήν τρυφήν, τήν δόξαν καί τήν παρά πάντων τιμήν. “Καί ἵνα μή ἐκ τῶν ὑποκριτῶν, φησί, γένηταί τις καί ψευδοευλαβῶν τούτων, σπούδασον γενέσθαι σύ. Εἰ γάρ μή τοῦτο ποιήσεις, μέλλεις πάντως δεδεμέναις χερσί τῷ γενομένῳ παρίστασθαι καί ἀτιμάζεσθαι παρ᾿ αὐτοῦ. Ἀλλά γάρ καί ἐποχούμενος ἔσται ἐκεῖνος ἐν ἡμιόνοις πολυτίμοις, σύ δέ πεζοπορῶν ἔσῃ καί κοπιῶν· ἐκείνῳ διάφορος ἑτοιμασθήσεται τράπεζα καί ἄρτος ὡσαύτως καί οἶνος, σοί δέ ἡ λαχανώδης καί σπερματώδης καί τοῖς πᾶσι κοινή. Ἐκεῖνος καθεσθήσεται ἐπί θρόνου καί πρῶτος, σύ δέ μέσον τῶν ἄλλων ἤ καί τῶν λοιπῶν ἔσχατος· ἀγαπᾷ γάρ διαφερόντως τόν δεῖνα, καί εἰ γένηται ἡγούμενος, ὑπέρ σέ τιμήσας ἐπάνω σου προκαθίσει αὐτόν, καί πῶς βαστάσεις τήν αἰσχύνην τῶν ἀδεφλῶν; Οὐ μόνον δέ ἀλλά καί ὁ δεῖνα εὐλαβέστερός σού ἐστι, καί ἴσως παρ᾿ ἐκείνου προτιμηθῇ; Ἔτι δέ ἴσως καί ἀπό τῶν ἐμφανῶν καί ἐνδόξων ἀποκεῖραι ἔχει, καί μέλλουσιν ἐκεῖνον μέν τιμᾶν ὡς ἡγούμενον, ἐκεῖνος δέ πάλιν ἐκείνους ὡς ἀξιωματικούς καί ὡς ἀποκαρέντας παρ᾿ αὐτοῦ τιμῆσει καί σοῦ ὑπερκαθίσει αὐτούς, σέ δέ εἰς τό διαζύγιον ἀπολύσει ἤ καί παντελῶς ἵστασθαί σε καί διακονεῖν προτρέψεται. Καί πρός ταῦτα τί ἄρα μέλλεις ποιεῖν; Λαλῆσαι οὐ τολμᾷς· εἰσί γάρ οἱ ἀγαπῶντες αὐτόν καί εὐθύς ἐπιστομίσουσί σε. Τάχα δέ ἴσως καί τύψουσί σε ἀντιλέγοντα, καί χείρων ἔσται ἡ ἀτιμία. Ὑποχωρῆσαι τῆς μονῆς κατάγνωσίς σού ἐστι, καί πᾶς ἄνθρωπος καταγελάσεται καί καταμέμψεταί σε, καί οὐδέ εὑρήσεις ἀλλαχοῦ ἀνάπαυσιν· ἔνθα γάρ ἀπέλθῃς, ὡς ξενοκουρίτης πάντων ἔσχατος εἶναι ὀφείλεις. Ὑπομένειν ταῦτα καί εἶναι ἐν τῇ μονῇ σου οὐ δύνασαι. Λοιπόν οὖν πάσῃ δυνάμει ἀγώνισαι μή νικήσῃ τις τῶν εὐλαβεστέρων”. (247) Εἶτα σκέπτεται καί λέγει ἐν ἑαυτῷ· “Πάντες γινώσκωσι τόν δεῖνα ἀδελφόν καί τόν δεῖνα εὐλαβεστέρους καί μέλλουσιν ἐκείνους ζητεῖν κἀμέ παραβλέψασθαι. Ἀλλ᾿ ἀπελθών ἐγώ τόν δεῖνα κρατήσω ἀδελφόν καί τόν δεῖνα· αὐτοί γάρ τρυφᾶν ἀγαπῶσι, παίζειν τε καί χαίρεσθαι καί τῆς μονῆς ἐξέρχεσθαι συνεχῶς καί διάγειν ἐν οἷς θέλουσιν. Αὐτοῖς οὖν καί συντάξομαι. Ἄλλως τε καί ὅσα ἄν μοι εἴπωσι, καί αὐτοί ἀγωνίσονται σπουδαίως ἵνα ἡγούμενος γένωμαι”. Τοιγαροῦν καί ἀπελθών, οὕτω κατά τήν ματαίαν αὐτοῦ μελέτην καί ποιεῖ. Φησί δέ καί τοῦτο πρός ἑαυτόν· “Ὁ δεῖνα ἀδελφός εὐλαβής ἐστι καί τοῦ πράγματος τούτου οὐ χρήζει, ἔχει δέ συγγενεῖς καί φίλους καί βούλεται θεραπεύειν αὐτούς ἀπό τῆς μονῆς. Ἀπελθών λαλήσω κἀκείνῳ, καί ὁμοίως συντάξομαι”. Περιέρχεται οὖν τό μοναστήριον συνεχῶς καί ἁπλῶς ἕκαστον παρακαλῶν κατ᾿ ἰδίαν καί συντασσόμενος πληρῶσαι πάντων τά καταθύμια ἐν ἀγωνίᾳ καί τρόμῳ ὑπάρχει πολλῷ, φόβῳ τοῦ μή ἀποτυχεῖν τοῦ σκοποῦ.

Ἐκ τούτων οὖν καί ἑτέρων πολλῶν σχίσματα, διχόνοιαι καί στάσεις γίνονται ἐν τῷ μοναστηρίῳ πολλαί, τῶν μέν εὐλαβεστέρων πρός τό καί ἑαυτούς καί ἄλλους ὠφελῆσαι σπευδόντων, τῶν δέ σαρκικωτέρων τήν ἑαυτῶν μόνον δόξαν ζητούντων, τό πρόσκαιρον κέρδος καί τάς τοῦ σώματος ἡδονάς, τοῦ δέ λοιποῦ πλήθους ζητοῦντος κατά τάς ἰδίας ἐπιθυμίας τόν ἄγοντα καί τῷ ὁμοίῳ προστρέχοντος. Σύ οὖν, πνευματικέ άδελφέ, ἄκουσον μετά προσοχῆς, παρακαλῶ, τῶν ἐμῶν ῥημάτων· οὐ γάρ ἀπ᾿ ἐμαυτοῦ λαλήσω, ἀλλ᾿ ἅπερ ὁ μόνος σοφός καί εὔσπλαχνος λαλῆσαι θελήσει σοι.

(248) Ἐάν ᾖς ἐν κοινοβίῳ ἀδελφῶν καθεζόμενος, κατά τοῦ ἀποκείραντός σε πατρός μή θελήσῃς γενέσθαι ποτέ, εἰ καί πορνεύοντα, εἰ καί μεθύοντα βλέπεις αὐτόν καί τῷ δοκεῖν σοι κακῶς τά τῆς μονῆς διεξάγοντα πράγματα, εἰ τύπτεσαι καί ἀτιμάζεσαι παρ᾿ αὐτοῦ καί πολλαῖς ἄλλαις καθυποβάλλεσαι θλίψεσι. Μή συγκαθεσθῇς τοῖς λοιδοροῦσιν αὐτόν, μηδέ πορευθῇς μετά τῶν μελετησάντων κατ᾿ αὐτοῦ. Ὑπόμεινον δέ αὐτόν μέχρι τέλους μηδέν περιεργαζόμενος τῶν ἐκείνου κακῶν. Ὅσα οὖν ἀγαθά βλέπεις ποιοῦντα αὐτόν, βάλε ἐν τῇ καρδίᾳ σου καί ἐκείνων μόνων βιάζου μιμνήσκεσθαι· ὅσα δέ ἀπρεπῆ καί κακά ἤ ἐργαζόμενον ἤ λέγοντα ἴδῃς, ταῦτα σευτῷ ἐπίγραφε καί ὡς ἴδιά σου ἁμαρτήματα λογίζου καί μετανόει ἐν δάκρυσιν, ἔχων ὡς ἅγιον ἐκεῖνον καί ἐπικαλούμενος τήν εὐχήν αὐτοῦ.

Εἰ δέ συμβῇ αὐτῷ θάνατος, καί ἕτερον προβαλέσθαι ἡγούμενον οἱ ἀδελφοί βούλονται, πρόσεχε ἐάν γινώσκῃ σου ἡ συνείδησις ἴσον σου εἶναι ἀδελφόν τινα τῆς μονῆς ἤ καί μείζονα λόγῳ καί ἔργῳ καί πράξεσιν ἀγαθαῖς, καί διά τοῦτο παρά τῶν ἀδελφῶν εἰς ἡγούμενον προτιμώμενον. Μή θελήσῃς γενέσθαι ἀντίχριστος, τῇ βουλῇ τοῦ Θεοῦ δηλαδή καί τῷ ἀδελφῶν ἀντικείμενος, τῷ ἀγαθῷ καί χρηστῷ, λόγους λαλῶν ἤ ἔργα ἐπιτηδεύων ὁπωσοῦν σκανδάλου καί ὑπονοίας, ὡς ἄν ἀποστάσῃς τινάς τῶν ἀδελφῶν ἐκ τῆς πρός ἐκεῖνον ἀγάπης καί πίστεως, ἀλλά πάσῃ χαρᾷ καί ταπεινώσει κατάδεξαι καί συνέργησον καθαρῶς τῇ θελήσει τῶν ἀδελφῶν. Εἰ δέ καί εὐλαβέστερον ἄλλον παρά τόν ψηφιζόμενον ἐπίστασαι εἶναι, εἰπέ τῷ μελλόντι γίνεσθαι ἀδελφῷ κατ᾿ ἰδίαν· “Κῦρι ἀδελφέ, σύ Θεοῦ χάριτι εὐλαβής ὑπάρχεις καί πνευματικός, (249) καί καθώς ἐπίστασαι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν ὀφείλομεν καί εἰς σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. Καί οἶδας ὅτι ἀδελφός ἡμῶν ὁ δεῖνα εὐλαβής ἐστι καί ἐνάρετος. Καί ἄν κελεύῃς, ἄς ποιήσωμεν ἐκεῖνον ἡγούμενον, καί ἔχει καλῶς ποιμᾶναι πᾶσαν τήν ἀδελφότητα. Συναγωνισώμεθα δέ αὐτῷ πάσῃ δυνάμει καί ἡμεῖς, καί τόν μισθόν, πίστευσον, ἵνα ἕξωμεν μετ᾿ αὐτοῦ καί σύν αὐτῷ καί τήν συνείδησιν ἡμῶν ἀκατάκριτον. Ἀλλά γάρ καί αὐτόν ἐν τούτῳ τόν Θεόν θεραπεύσομεν καί πάντες ἡμᾶς ἐπαινέσουσιν ὅτι οὐχ ἑαυτούς συνεστήσαμεν, ἀλλ᾿ ὅν ὁ Θεός ἤθελεν”. Εἰ μέν οὖν ἔχει ταπείνωσιν ὁ ἀδελφός καί τήν ψυχήν ἀπηλλαγμένην φιλοδοξίας, χωρίς δέ πάσης προσπαθείας τῆς εἰς τόν ἕτερον, λέγει καί αὐτός αὐτῷ ταῦτα, καί πάσης ἄλλης πονηρᾶς ὑπονοίας πληροφορεῖ αὐτόν ὁ Θεός· καί δέξεται πάντως τούς λόγους σου καί εὐθύς ὑπακούσει σου. Καί τηνικαῦτα οἱ ἀμφότεροι λαλεῖτε πάσῃ τῇ ἀδελφότητι, καί γίνεται τό θέλημα τοῦ Θεοῦ.

Εἰ δέ σύ μέν λέγεις ἀπροσπαθῶς ὑπέρ τοῦ πνευματικωτέρου ἀδελφοῦ, ὁ δέ ἀδελφός οὐχ ὑπακούει σου, ἀλλά πρός δικαιολογίας κινηθῇ συνιστῶν ἑαυτόν, γίνωσκε ὅτι ὑπό φιλοδοξίας κατέχεται, καί σπούδασον παντί τρόπῳ, ὡς Χριστοῦ διάκονος, ἐκ καθαρῷ τῷ μαρτυρίῳ τῆς σῆς συνειδήσεως τόν πνευματικώτερον ἀδελφόν γενέσθαι ἡγούμενον. Εἰ δέ καί ὑποβληθείς παρά τοῦ ἐχθροῦ ἤ καί δοκιμάζων σε, λέγει σοι· “Γενοῦ λοιπόν σύ, ἐπεί ἐκεῖνον ὅν λέγεις οὐκ ἐῶ γενέσθαι, χαίρω δέ εἰς σέ”, μή συγκατασπασθῇς τῷ πάθει αὐτοῦ μηδέ τῷ ἐκείνου πτώματι περιπέσῃς, ἀλλά φύλαξόν σου τήν τῆς ψυχῆς παρθενίαν ἄφθορον τῷ Χριστῷ, ὑπ᾿ οὐδεμιᾶς ἐπιθυμίας (250) κλαπεῖσαν πρός ἡδονῆς ἐπιθυμίαν. Ἀλλά γάρ μήτε ὑπό φόβου ἐκκλίνῃς τοῦ ἀγαθοῦ καί τόν πονηρόν καταδέξῃ γενέσθαι, λέγων ἐν σεαυτῷ· “Μή φανῶ κωλύων καί ἀντιλέγων περί τοῦ δεῖνος, ὡς οὐκ ἔστιν ἄξιος τῆς προστασίας· εἶτα καί μή βουλομένου μου γένηται καί θλίψεις πολλάς ἐπαγάγει μοι”. Ἀλλ᾿ εἰ μέν τῶν προκριτοτέρων ᾖς, ἐρωτώμενος μετά παρρησίας εἶπον τήν ἀλήθειαν καί τούς ἀστηρίκτους εἰς τό καλόν στήριξον· εἰ δέ τῶν ἐσχάτων καί τῶν μή καλῶς εἰδότων διακρίνειν τοῦ δικαίου τόν ἄδικον, τοῖς εὐλαβεστέροις καί πνευματικωτέροις ἐξακολούθησον.

Ἐάν δέ καί πρός κακόν ἴσως οἱ πλείονες ἤ καί πάντες ὁμοφωνήσωσιν, ἔχειν δέ καί τῶν ἔξωθεν βοηθούς ἐπί τοῦτο ἐπραγματεύσαντο, παραχώρησον καί μήτε συνεργήσῃς μήτε κωλύσῃς, ἀλλά ἄφες τούς κακούς συντριβῆναι παρ᾿ οὗ ἔκριναν ἄρχεσθαι, ὡς ἄν καί τόν οἰκεῖον κερδήσωσι πόνον καί ὠφέλειαν οὐχ εὑρήσωσιν, ἐπειδή πολλάκις δίδωσιν ἄρχοντα τῷ λαῷ <τῷ> ἀπειθεῖ ὁ Θεός κατά τήν καρδίαν αὐτῶν. Καί ταῦτα μέν οὕτως ἔστωσάν σοι βέβαια καί ἀμετακίνητα.

Εἰ δέ μετά τόν θάνατον τοῦ προεστῶτος ἴδῃς τήν περί σέ ἀδελφότητα πᾶσαν ἀστήρικτον, σαλευομένην πᾶσαν ὑπό τῶν πνευμάτων τῆς πονηρίας, καί ταῖς τῆς σαρκός ἐπιθυμίαις καί ἡδοναῖς διασυρομένην καί καταπίπτουσαν καί μηδεμίαν ἔχουσαν βάσιν μήτε θεμέλιον ἐπί τῆς πέτρας, ἀλλ᾿ ὅλην κλονουμένην καί ἄλλον ἀλλαχῆ ἀδελφόν τάς χεῖρας ἁπλοῦντα καί περιδράξασθαί τι σπουδάζοντα, οὐχ ὅπερ σῴζει αὐτόν ἀλλ᾿ ὅπερ συγκατασπᾷ εἰς ᾅδην καί εἰς σκότος (251) καί πῦρ ἡδονῶν τό σῶμα καί τήν ψυχήν αὐτοῦ, ἄλλους δέ πάλιν σφριγῶντας καί περί τήν ἀρχήν μαινομένους καί τήν ἐπιθυμίαν ταύτης ἀκράτητον ἔχοντας, ἐλέησον, συμπάθησον, σπλαγχνίσθητι καί οἰκτείρησον, πένθησον ὑπέρ τῶν τοιούτων καί δάκρυσον, ἀνιστόρησον κατά νοῦν, εἰ καλῶς βλέπειν ἠξίωσαι τῶν σῶν ἀδελφῶν τά τραύματα, τῶν σῶν μελῶν τά συντρίμματα, τοῦ ὅλου σώματος τήν κατάπτωσιν, καί τόν Θεόν ἀπό καρδίας μετά πόνου καί δακρύων ἱκέτευσον στῆσαι τῆς τοσαύτης κακίας τήν ῥύμην καί πρός τό κρεῖττον μεταστρέψαι τάς καρδίας τῶν ἀδελφῶν. Ὅρα δέ τήν ῥοπήν τῆς καρδίας σου, μήποτε προσφέρῃ τήν δέησιν περί σεαυτοῦ, ὡς ἄν προτιμήσωνταί σε, καί ἀντί εὐλογίας κατάραν σοι καί ὀργήν τοῦ Θεοῦ προξενήσῃ.

Ἐάν οὖν οὕτω ποιῶν καί οὕτως ἔχων ἴδῃς τῶν ἀδελφῶν σού τινας ἐπί κακῷ ὁμονοήσαντας καί ἀπατᾷν περιτρέχοντας τούς ἁπλουστέρους αὐτῶν, ἀλλά καί πάσῃ σπουδῇ καί δώροις εἰς βοήθειαν αὐτῶν τούς ἔξωθεν ἐπισπωμένους, λυπήθητι καί ἐν ὀδύνῃ καρδίας σου θρήνησον, ὅτι εἰς τοιαύτην τόλμαν καί σκότωσιν οἱ μοναχοί κατηντήσαμεν, ὥστε ποιμαίνειν ἐπιχειρεῖν ἡμᾶς δίχα Χριστοῦ τά τοῦ Χριστοῦ πρόβατα, καί διά ἡδονήν καί ἀπόλαυσιν σώματος καί χρημάτων πορισμόν καί τήν ἐξ ἀνθρώπων τιμήν. Φεῦ μοι τῷ ταπεινῷ καί ἀθλίῳ, τήν ἀξίαν τῶν ἀποστόλων παντί τρόπῳ λαμβάνειν ἀγωνιζόμεθα καί τήν ἐκείνων ἐξουσίαν χρυσίῳ ἐξαγοράζομεν, μήτε τόν Θεόν φοβούμενοι μήτε τούς ὁρῶντας ἡμᾶς αἰσχυνόμενοι. Καί θρόνῳ μέν βασιλέως οὐδείς ἐπιβῆναι τολμᾷ μή θελήσαντος ἐκείνου, ἀλλ᾿ οὐδέ γραμματικοῦ ἤ ῥήτορος τινος ἀναλαβέσθαι τάξιν ἰδιώτης (252) τυγχάνων, οὐδέ ἐπί λαοῦ ἀναγνῶναι ἀγράμματος ὤν, τήν δέ τῶν ἀποστόλων ἀξίαν ἐπιζητεῖς ἤ καί καταδέχῃ, μήπω τήν χάριν τῶν ἀποστόλων λαβών μηδέ τούς καρπούς αὐτῆς θεασάμενος γεωργηθέντας ἐν σοί! Καί πῶς ὑποφέρεις, ἀδελφέ, τό μέγεθος ἐννοῆσαι τῆς τόλμης; Εἰπέ μοι ἀγαπητέ, ἐάν σε πᾶσα ἡ μεγάλη αὕτη καί πολυάνθρωπος πόλις παρεκάλει λέγουσα· “Ποιήσομέν σε πραιπόσιτον καί τοῦ βασιλέως πρωτοβεστιάριον, καί ἀνάβησθι μόνος εἰς τό παλάτιον καί εἰσελθών λάλησον τῷ βασιλεῖ περί ἡμῶν καί παρακάλεσον αὐτόν ποιῆσαι ἡμῖν τά καί τά”, σοῦ δηλονότι εἰς παλάτιον μή εἰσελθόντος ποτέ, ἀλλά ἀγνωρίστου τυγχάνοντος καί αὐτῷ τῷ βασιλεῖ, ὡς ξένου πᾶσι τοῖς ἐν τῷ παλατίῳ, ἆρα ἐτόλμησας ἄν ποτε τοῦτο ποιῆσαι ἤ ἀποδέξασθαι τό ἀξίωμα; Πάντως ὁμολογήσεις ὡς οὐκ ποτε διαπράξασθαι τετόλμηκας, ἀλλά καί τούς ταῦτά σοι λέγοντας ὡς μαινομένους καί ἔκφρονας μᾶλλον ἐμέμψω καί κατεγέλασας, καί τό ἀξίωμα οὐχ ὡς τιμῆς ἀλλ᾿ ὡς ἀτιμίας καί κολάσεως πρόξενον ἀπερρίψω. Εἰ τοίνυν ἀδυνάτως ἔχομεν ἐπί ἀνθρωπίνων πραγμάτων τοιαῦτα ποιεῖν, οὐ φρικτόν σοί ἐστι καί δοκεῖ τό ἀναλαβέσθαι ἀποστολικόν ἀξίωμα προπετῶς, ἀδελφέ; Καί πλησιάσαι τῷ ἀπροσίτῳ φωτί καί μεσίτης Θεοῦ καί ἀνθρώπων γενέσθαι μικρόν σοι λελόγισται; Καί ὡς εὐκαταφρόνητος ἡ ἐπιχείρησις τούτου τοῦ πράγματος; Οὐαί μοι, ἀδελφέ, φοβοῦμαι ὅτι εἰς παντελῆ κατηνέχθημεν σκότωσιν καί διά τοῦτο ἀγνοοῦμεν ὁποίων κατατολμῶμεν πραγμάτων. Εἰ γάρ ἐγινώσκομεν, οὐκ ἄν εἰς τοσοῦτόν ποτε αὐθαδείας καί τόλμης ἠλάσαμεν, ὥστε τῶν θείων κατορχεῖσθαι πραγμάτων καί πλείονα τήν τιμήν καί τόν φόβον φυλάττειν (253) τῷ ἐπί γῆς βασιλεῖ ὑπέρ τόν ἀθάνατον βασιλέα Χριστόν. Τοιγαροῦν μή παυσώμεθα ἑαυτούς ἀνακρίνοντες, καί τούς εἰς τοιαύτην ἀναξίως ἐπιβαίνειν ἐπιχειροῦντας ἀρχήν παντί τρόπῳ ἀνατρέπειν καί ἐκκόπτειν τῆς ἐγχειρήσεως· ἀλλά σπουδάσωμεν ὅσον τό ἐφικτόν κωλύειν αὐτούς τῆς παραλόγου ὁρμῆς, ἵνα καί αὐτούς τοῦ κρίματος ἀπαλλάξωμεν καί ἡμεῖς βιώσωμεν ἀσφαλέστερον.

Ἐάν δέ, καθώς εἴρηται, οὐδένα ὁρᾷς ἐν τῷ μοναστηρίῳ ἀδελφόν ἐμμάρτυρον βίον ἔχοντα καί πνευματικόν ἔργῳ καί λόγῳ τυγχάνοντα, πάντα δέ τόν τυχόντα ἁπλῶς ἐπιπηδῶντα καί ἀναξίως τῇ ποιμενικῇ ἀρχῇ, καί πρός βλάβην μέν σπουδάζοντα τῶν ἀδελφῶν, πρός ἀπώλειαν δέ τῆς ἰδίας ψυχῆς, ἐρευνῶν δέ ἀκριβῶς εὑρίσκεις σεαυτόν πάσης μέν ἀπηλλαγμένον φιλοδοξίας, πάσης δέ ἡδονῆς καί ἐπιθυμίας σωματικῆς ἴχνος οὐκ ἔχοντα, φυλαργυρίας δέ καί μνησικακίας τό παντελές καθαρεύοντα, πρᾳότητα τελείαν καί ἀοργησίαν ἔχοντα, ἀγάπην δέ τοιαύτην εἰς τόν Θεόν ἔχοντα ὡς ἐκ μόνης τῆς ἀκοῆς τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀνάπτεσθαι τῷ πόθῳ εὐθύς καί καταφέρειν τά δάκρυα, καί πρός τούτοις ὑπέρ τόν πλησίον πενθοῦντα καί ἡγούμενον ἴδια τά ἀλλότρια σφάλματα καί ἑαυτόν πάντων ἀπό ψυχῆς ἁμαρτωλότερον ἔχοντα· καί τέλος, ἐάν πλουσίαν ἐν σοί ὁρᾷς τήν χάριν τοῦ Ἁγίου Πνεύματος, φωτίζουσαν καί ὡς ἥλιον ἀποτελοῦσαν τά ἐντός τῆς καρδίας σου, καί τό τῆς βάτου θαῦμα ἐναργῶς κατανοεῖς ἐν σοί ἐκτελούμενον, ὡς καίεσθαι μέν ἐν τῷ ἑνοῦσθαι τῷ ἀπροσίτῳ πυρί, μή κατακαίεσθαι δέ διά τό ἀπηλλαγμένην εἶναι παντός πάθους τήν σήν ψυχήν· ἔτι δέ εἰ οὕτω ταπεινοῦσαι, ὡς νομίζειν ἑαυτόν ἀνίκανον καί ἀνάξιον, (254) τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος τήν ἀσθένειαν; θαρρεῖς δέ τῇ ἄνωθεν χάριτι καί τῇ ἐξ αὐτῆς ἱκανότητι καί προθύμως ἐπιχειρεῖς τῷ πράγματι, τῇ ζέσει ταύτης ἀναγκαζόμενος πάντε τε λογισμόν ἀνθρώπινον ἀπωθούμενος, καί τήν ψυχήν αὐτήν διά μόνην τήν τοῦ Θεοῦ ἐντολήν καί τήν ἀγάπην τοῦ πλησίου ὑπέρ τῶν ἀδελφῶν προτιθέμενος· καί πρός τοῖς εἰρημένοις, ἐάν γυμνόν ἔχῃς τόν νοῦν πάσης κοσμικῆς ἐνθυμήσεως, ἐνδεδυμένος δέ ᾗς τόν φωτοειδῆ χιτῶνα τῆς ταπεινώσεως, ὥστε μήτε τοῖς σνεργοῦσι κἄν ψιλῶς τήν καρδίαν προστίθεσθαι μήτε τοῖς ἀντιπράττουσιν ἀηδίζεσθαι, ἀλλ᾿ ὅλως ἴσος εἶναι πρός πάντας τῇ ἁπλότητι καί ἀγαθότητι καί τῇ ἀκακίᾳ τῆς καρδίας σου· μηδέ τότε ἄνευ βουλῆς τοῦ σοῦ πνευματικοῦ πατρός τῆς ἀρχῆς ἐπιβῆναι τολμήσῃς, ἀλλά ταπεινώθητι καί μετά εὐχῆς αὐτοῦ καί προστάξεως τοῦτο ποίησον, καί ἐπίβηθι τῆς ἀρχῆς διά μόνην τήν σωτηρίαν τῶν ἀδελφῶν.

Ἀλλ᾿ ἐάν οἶδας τόν σόν πνευματικόν πατέρα μέτοχον εἶναι τοῦ αὐτοῦ Πνεύματος, τῆς αὐτῆς ἠξιωμένον γνώσεώς τε καί δωρεᾶς, ἵνα μή τά ἐναντία τοῦ θείου θελήματος ἀλλά κατά τό αὐτό χάρισμα καί μέτρον λαλήσῃ σοι τά δοκοῦντα Θεῷ καί τά συμφέροντα τῇ ψυχῇ σου, ὡς ἄν μή εὑρεθῇς πειθαρχῶν ἀνθρώπῳ καί οὐ Θεῷ, καί ἀπογυμνυμνωθήσῃ τῆς δόξης καί τοῦ δοθέντος σοι θείου χαρίσματος – ἐάν γάρ συνεργόν εὑρήσῃς ἀγαθόν καί πνευματικόν σύμβουλον, ἴσθι ὅτι ἀσφαλεστέρα σου ἔσται ἡ ἐπιχείρησις καί ταπεινότερόν σου τό φρόνημα γίνεται – ταῦτα τοίνυν πάντα καί τούτων πλείονα ἕτερα ἐάν βλέπων βλέπῃς, εὑρήσεις ἀληθῶς καί ἀπό σεαυτοῦ γνώσεις, (255) μᾶλλον δέ παρά τοῦ ἡλίου τῆς δόξης μαθήσει, εἰ ἄρα καί τῷ ἡλίῳ ποτέ ἐνητένισας.

Εἰ δέ ἡ πρόβλησις τοιαύτη καί οὕτω δύσκολος καί εἰς τό γενέσθαι ταύτην κατά Θεόν δυσνόητος, πολλῷ μᾶλλον ἡ τῶν πραγμάτων αὐτῶν ἐγχείρησις καί διοίκησις, καί ἡ πρός τούς πειρασμούς ὑπομονή, καί ἡ πρός τούς πολέμους λεπτοτάτη διάκρισις. Διά δή τοῦτο ὀλίγα ταῦτα, ἐξ ὧν μαθεῖν καί γνῶναι κατηξιώθημεν, δῆλα τῇ ἀγάπῃ ὑμῶν διά τῆς κατηχήσεως ταύτης ποιῆσαι ᾠήθημεν δεῖν· περί δέ τῶν λοιπῶν, ἵνα μή ἐκπομπεύοντες φανῶμεν τά ἐν τοῖς μοναστηρίοις γινόμενα, τόν νοῦν καί τήν χεῖρα ἐπέσχομεν, ἀλλά γάρ τά τῶν ἄλλων ἅπαντα καταλείψαντες ἐπί τόν ποιμένα τόν λόγον ἰθύνωμεν.

Βλέπων τοίνυν βλέπε τήν σήν καρδίαν, πάτερ πνευματικέ, μᾶλλον δέ τόν ὀφθαλμόν ἀεί τῆς σῆς διανοίας ἔκπλυνε καί καθαρόν εἶναι περιποιοῦ καί ἀθόλωτον, δι᾿ οὗ καί τήν καρδίαν ἔσῃ βλέπων τήν σήν, καί τά τῶν ἐγχειρισθέντων σοι προβάτων, μᾶλλον δέ πατέρων καί ἀδελφῶν, διαγινώσκειν καλῶς καί πρεπόντως οἰκονομεῖν. Σῶμα γάρ, ὡς ἀκούεις, ἡ ἐκκλησία ἐστί καί κεφαλή ταύτης ὑπάρχει ὁ προεστώς· καθάπερ τά μέν ἄλλα μέλη τοῦ σώματος ἕν καθ᾿ ἕν μίαν ἔχει ἐνέργειαν, οἷον ὁ ποῦς εἰς τό περιπατεῖν, ἡ χείρ εἰς τό κρατεῖν καί ἐργάζεσθαι, ἡ δέ κεφαλή τοῦ ὅλου σώματός ἐστιν ἡ σύστασις, ὡς καί πάσας ἔχουσα ἐν ἑαυτῇ τάς αἰσθήσεις καί τόν νοῦν καί τόν λόγον αὐτόν· οὕτω καί οἱ ἐν τῇ μονῇ ἀδελφοί οὐ πάντες πάσας, ἄλλος δέ ἄλλο τι ἐνεργεῖν καί διακονεῖν πέφυκεν. Ὅθεν καί μόλις μίαν ἤ δύο τῶν ἀρετῶν ἐν ταὐτῷ εὑρήσεις ἐν ὑπηκόῳ ἑνί (256)- καί οὐδέν θαυμαστόν· μέλη γάρ ἐκ μέρους εἰσί -, ὁ δέ γε προεστώς πάσας ἀπαιτεῖται τάς ἀρετάς ἔχειν ἐν ἑαυτῷ, καί οὐ μόνον τάς ψυχικάς ἀλλά δή καί αὐτάς τάς σωματικάς, μᾶλλον δέ σύν ταῖς ἀρεταῖς καί αὐτά τά μυστικά καί μεγάλα χαρίσματα. Ὥσπερ γάρ ἡ τοῦ ἀνδρός κεφαλή ἔχει μέν ἀπό τῆς ἔξωθεν διαπλάσεως καί εὐπρεπείας τό περικαλλές καί τό τίμιον, ἀχρεῖος δέ ὑπάρχει καί ἄτιμος πᾶσιν, ἐάν μή καί τόν νοῦν καί τάς αἰσθήσεις σώας καί ἀκεραίας ἔχῃ, οὕτω δή καί ὁ προεστώς· οὐ μόνον γάρ ἀπό τῶν ψυχικῶν καί σωματικῶν ἀρετῶν ὀφείλει κατακοσμεῖσθαί τε καί φαιδρύνεσθαι, ἀλλά καί ἀπό τῶν πνευματικῶν χαρισμάτων πλειόνως ἐγκαλλωπίζεσθαι, ἐπειδή ἄλλο ἀρετή καί ἕτερον χάρισμα. Αἱ μέν γάρ ἀρεταί ἐξ ἡμετέρας κατορθοῦνται σπουδῆς καί ἐξ οἰκείων πόνων συνάγονται, τά δέ πνευματικά χαρίσματα δῶρά εἰσιν ἐκ Θεοῦ τοῖς ἀγωνιζομένοις διδόμενα.

Οἷόν τι λέγω; Ἡ νηστεία καί ἡ ἐγκράτεια ἀρετή ἐστι· μαραίνει γάρ τάς ἡδονάς καί τάς πυρώσεις συστέλλει τοῦ σώματος. Ταῦτα δέ τῆς ἡμετέρας εἰσί προαιρέσεως ἔργον· τό δέ ἀθλίπτως καί ἀπόνως ταύτας μετέρχεσθαι καί εἰς ἁγνείαν φθάσαι καί τελείαν ἀπάθειαν, τοῦτο δῶρον Θεοῦ καί χάρισμα ὑψηλότατον. Πάλιν, τό κρατεῖν ὀργῆς καί θυμοῦ ἀγῶνός ἐστι θαυμαστοῦ καί πόνου σφοδροῦ, τό δέ εἰς ἀκινησίαν τούτων ἐλθεῖν καί γαλήνην κτήσασθαι καρδίας καί τελείαν πραότητα, Θεοῦ μόνου ἐστίν ἐνέργεια καί τῆς ἐκείνου χειρός μεταποίησις. Καί πάλιν, τό διασκορπίσαι καί διαδοῦνται τά ὑπάρχοντα πάντα τοῖς πένησι καί γενέσθαι πτωχόν ζητοῦντα ἐλεημοσύνην τῆς ἡμετέρας ὑπάρχει θελήσεως, τό δέ μή ἐπιθυμεῖν τινος (257) ἀλλά μετά χαρᾶς καί εὐφροσύνης ὑποφέρειν τῆς πτωχείας τήν κάμινον, μυστική τις ὑπάρχει καί θεία ἐνέργεια. Οὕτω πᾶσα πρᾶξις καλή τε καί ἀγαθή κατά τήν τοῦ Κυρίου ἐντολήν γινομένη ἀρετή γίνεται· ἀλλά καθάπερ ὁ γεωργός κοπιᾷ μόνον ἀροτριῶν καί σκάπτων καί καταβάλλων εἰς γῆν τά σπέρματα, Θεοῦ δέ δῶρον τό καί φυῆναι ταῦτα καί δοῦναι καρπόν ὄψιμόν τε καί πρώϊμον, οὕτω καί ἐπί τῶν πνευματικῶν εὑρήσεις ἐν ἀληθείᾳ γινόμενον. Ἡμέτερον μέν γάρ ἐστι τό πᾶσαν πρᾶξιν μετελθεῖν καί μετά πόνου καί κόπου σφοδροῦ τά σπέρματα τῶν ἀρετῶν καταβαλεῖν, Θεοῦ δέ μόνου δῶρον καί ἔλεος τό καί βρέξαι ὑετόν τῆς αὐτοῦ φιλανθρωπίας καί χάριτος καί καρποφόρον ἀποτελέσαι τήν ἄκαρπον τῶν καρδιῶν ἡμῶν γῆν, ὡς ἄν ὁ καταπεσών τοῦ λόγου κόκκος ἐν ταῖς ἡμετέραις ψυχαῖς νοτίδα θείας μεταλάβῃ χρηστότητος καί φυείς αὐξηθῇ καί εἰς δένδρον μέγα φθάσῃ, γενέσθαι εἰς ἀνδρικήν δηλαδή τελειότητα τοῦ μέτρου τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Χρή οὖν σέ, τόν ποιμένα τῶν προβάτων Χριστοῦ, πᾶσαν, ὡς εἴρηται, κεκτῆσθαι σωματικήν τε καί πνευματικήν ἀρετήν, ὡς κεφαλήν τοῦ λοιποῦ σώματος τῆς ὑπό σέ Ἰσραηλιτικῆς ἐκκλησίας, ἵνα ὡς εἰς ἀρχέτυπον καλόν πρός σέ οἱ ἀδελφοί ἀποβλέποντες, καλούς καί αὐτοί τούς χαρακτῆρας καί βασιλικούς ὅτι μάλιστα ἐν ἑαυτοῖς ἐγχαράξωσι. Μή δή οὖν ἡ ἐν σοί σάλπιγξ ἠχεῖν ἡσυχάσῃ ποτέ, ἀλλά τοῖς μέν τήν ἐρχομένην ῥομφαίαν ἐπί τούς ἀπειθεῖς καί ἀτεράμονας πρόλεγε, ἵνα κἄν τήν σήν παρακουόμενος ῥύσην ψυχῆς (258) τῆς φοβερᾶς ὀργῆς τοῦ Θεοῦ, τούς δέ νουθέτει, δίδασκε, παρακάλει, ἐσθ᾿ ὅτε καί δεομένους ἐλέγχων καί ἐπιπλήξεων εὐκαίρως ἀκαίρως ἐπίστηθι, ἐπιπλήσσων, ἐπιτιμῶν καί ἀνακόπτων τάς ἐπί κακῷ ἐγχειρήσεις αὐτῶν, καθό σοι ἐντέλλεται ὁ θεῖος ἀπόστολος. Ἄνοιξόν σου τά σπλάγχνα ἐπί πάντας ἐπίσης τούς σούς ἀδελφούς, καί τήν μέν ἀγάπην ἴσης ἕξεις ἐπί πάσῃ τῇ ἐν σοί ἀδελφότητι, τήν δέ τιμήν ἑνί ἑκάστῳ κατά τήν ἀξίαν καί τό μέγεθος τῆς ἀρετῆς ἀπονέμεις ἀξίως, μή προτιμῶν τοῦ πνευματικοῦ καί ἐναρέτου μηδέ αὐτόν ὅν ἔχεις πρῶτον ἐν ταῖς διακονίαις τῆς ποίμνης σου. Οἱ μέν γάρ διακονοῦντες τήν ἀξίαν ἐπιφέρονται τῶν ἐν ταῖς Ἀποστολικαῖς Πράξεσιν ἀναγραφομένων ἑπτά διακόνων, οἵ καί ὡς πνεύματά εἰσι λειτουργικά εἰς διακονίαν ἀποστελλόμενα, καί τόν μισθόν εἰκότως, ἀδόλως ὡς ἐκεῖνοι καί πιστῶς διακονοῦντες, δίχα πάσης αἰσχροκερδίας, μέγαν ἔνθεν τε κἀκεῖσε κομίσονται. Οἱ δέ τῇ προσευχῇ καί τῇ ἡσυχίᾳ καί τῇ διακονίᾳ προσκαρτεροῦντες τοῦ λόγου ἐν ὑπομονῇ ἔργων ἀρίστων ἀσκήσεως, αὐτῶν τῶν ἀποστόλων καί κορυφαίων τήν ἀξίαν σύν σοί ἐπιφέρονται, οὕς καί ὡς συνεργούς ἕξεις ἐν τῷ Εὐαγγελίῳ τῆς πνευματικῆς σου διδασκαλίας, ἀναδεχομένους τά βάρη τῶν ἀδελφῶν καί ἀνακουφίζοντάς σε τῶν πόνων, μέσον δηλαδή τῶν λοιπῶν κυλιομένους ὡς λίθους τιμίους.

Οὐκ ἔστι σοι ἀνάπαυσις σώματος ἐν τούτῳ τῷ ἔργῳ, ἀπόλαυσις οὐδεμία. Αἱ νύκτες ἴσα καί ἡμέραις (359) δαπανηθήσονταί σοι εἰς τήν φροντίδα τῶν καταπιστευθεισῶν σοι ψυχῶν, ἵνα μή θηριάλωτος μία ἐξ αὐτῶν γένηται, ἤ τῇ ἄρκτῳ τῆς ἐπιθυμίας καταβρωθεῖσα ἤ τῷ δράκοντι τοῦ θυμοῦ καταποθεῖσα ἤ τοῖς γυψί τῶν λογισμῶν τῆς ἐπάρσεως διαμερισθεῖσα, καί πολλαί ἡ μία καί τοῦ ἑνός γένηται εἰς ἑτερότητα διαμερισθεῖσα, ἀλλ᾿ ἵνα σῶον τό ποίμνιόν σου καί πολύτοκον ἀνασώσῃς τῷ ἀρχιποιμένι Χριστῷ τῷ Θεῷ, ὅλον καρποφόρον, ἀρετῶν πλῆρες, γνώσει πεφωτισμένον τῇ θείᾳ, μή ψωραλέον ἤ ὠτότμητον ἤ χωλόν ὅλως ἐπιφερόμενον. Οὕτω γάρ καί πολλούς σώσεις, τελείους ἐν τελείοις τοῖς ἔργοις ἀπεργαζόμενος, ἐν μηδενί μηδαμῶς λειπομένους, ὅλους ἁγνούς, καθαρούς ἀπό ῥυπαρῶν ἔργων τῷ Χριστῷ σου προσάγων, καί ἑαυτόν μεγάλων ἀξιώσεις τῶν ἄνωθεν ἀμοιβῶν, ὁμόσκηνος τῶν ἀποστόλων καί τῶν ποιμένων Χριστοῦ γενόμενος καί συμβασιλεύων αὐτῷ τῷ Υἱῷ τοῦ Θεοῦ εἰς ἀπεράντους αἰῶνας.

Κανών εὐθύς ὁ σός ἔστω βίος προκείμενος μέσον τῶν ἀδελφῶν καί πατέρων σου, ἵνα τά τῶν ἄλλων σκαμβά ἐν αὐτῷ ἀπευθύνωνται, μή φιλόϋλος, μή φιλόδοξος, μή φιλήδονος, μή φιλοτράπεζος, μή φίλοινος, μή πέρπερος ἤ εὐτράπελος ἤ φιλάργυρος, μή θυμώδης, μή κενόδοξος, μή ὑβριστής, μή μνησίκακος καί κακόν ἀντί κακοῦ ἀποδιδούς. Ἀλλ᾿ ἔστω μᾶλλον ἀκτήμων, μισόδοξος, μισῶν ἡδονήν πᾶσαν τοῦ βίου καί εὐπάθειαν τῆς σαρκός, ταπεινός, εὐτελής, εὐκατάνυκτος, προσηνής, πρᾷος, ἀόργητος, ἀφιλάργυρος, ἀπράγμων, ἥσυχος, εὐσταλής, ὑπομονητικός, πιστός, ἐγκρατής, ἐμμέριμνος, ἄγρυπνος, σπουδαῖος, ζηλωτής, φροντίδα ποιούμενος (260) τῶν καταπιστευθεισῶν σοι ψυχῶν ὡς οἰκείων μελῶν, εἰ δέοι δέ τιθείς καί τήν ψυχήν σου καθ᾿ ἑκάστην ὑπέρ αὐτῶν, μή προτιμώμενος ἕτερόν τι τῶν τοῦ κόσμου πραγμάτων τῆς ἀγάπης αὐτῶν. Καί γάρ ἐπεί τῶν λοιπῶν αὐτός προεκρίθης εἰς τό ποιμαίνειν τήν λογικήν ποίμνην τοῦ Δεσπότου σου καί Θεοῦ, δεῖ σε κατά τόν αὐτοῦ λόγον ἔσχατον πάντων εἶναι τῷ φρονήματι καί τῇ κατά Θεόν ταπεινώσει σου, ἵνα ὡς δυνατός μέν τά ἀσθενήματα βαστάζῃς τῶν ἀδυνάτων, ὡς δέ ἰατρός τά πάθη θεραπεύῃς καί τό νοσήματα τῶν νοσούντων κατά ψυχήν, ὡς δέ ποιμήν τό πλανώμενον ἐπιστρέφῃς καί τό καλῶς ἔχον πολύτοκον ἐργάζῃ ταῖς ἀρεταῖς, τό δέ ψώρας γέμον καί ἀνιάτως ἔχον τῆς ἀγέλης σου τέμνῃς τῆς λογικῆς, ἵνα μή καί τοῖς ὑγιέσι τῶν λογικῶν σου προβάτων μεταδῷ τοῦ νοσήματος.

Σπεῦδε οὖν ἐπαυξάνειν τό ποίμνιον τοῦ Δεσπότου σου. Μή πρός ἀνέσεις ἤ τρυφάς ἐκκλίνῃς τοῦ σώματος, μηδέ τό ἔριον καί τό στέαρ καταδαπανήσῃς κακῶς τῶν προβάτων Χριστοῦ, ἑαυτῷ μᾶλλον ἤ τοῖς ἀδελφοῖς σου τά τῆς μονῆς θησαυρίζων ἀπολαύσεως ἕνεκεν. Μή διά δόξαν ἀνθρωπίνην πράξῃς ἤ λέξῃς τι τῶν μή ἀνηκόντων τῇ μονῇ σου πραγμάτων, μή συνεχεῖς ἀγαπήσῃς τάς προόδους ποιεῖσθαι ἐν ἡμιόνοις πολυτιμήτοις καί τοῖς ἑπομένοις ὁμοῦ καί προάγουσιν. Ἀρκετόν γάρ σοι καί ἅπαξ τοῦ μηνός ἐξερχομένῳ τάς ἀναγκαιοτέρας ἐκτελεῖν διακονίας καί ὑποθέσεις τῆς ποίμνης σου, τάς δ᾿ ἄλλας οἱ διακονοῦντες ποιήσουσι, τό ἀπερίσπαστόν σοι διατηροῦντες ἐν τῇ διακονίᾳ τοῦ λόγου καί τῇ ἐπιμελείᾳ δηλονότι μετ᾿ εὐχῆς (261) προσκαρτεροῦντι τῶν ἀδελφῶν. Μή ἑαυτῷ μέν τραπέζας ἑτοιμάζῃς πολυτελεῖς, τοῖς δέ γε τέκνοις ταπεινάς καί ἀναρτύτους καί καταπεφρονημένας, ἀλλά κοινή μέν ἡ τράπεζα ἄνευ τινός ἀρρωστίας καί ὑπαντῆς φίλων, τῶν τοῦ αὐτοῦ σοι καί φρονήματος καί βίου, σοί τε καί τοῖς τέκνοις ἔστω· εἴτε διά λαχάνων ἐφθῶν καί σπερμάτων, εἴτε καί διά ἰχθύων ἅπαξ τῆς ἑβδομάδος κατά Κυριακήν ἡμέραν καί Δεσποτικήν ἑορτήν παρά τοῦ κελλαρίτου κοινῶς ἑτοιμάζεται.

Οὐκ ἔσῃ θυμῷ καί ὀργῇ καί κραυγῇ κατά τῶν σῶν φερόμενος τέκνων καί ἀδελφῶν ἄνευ τινός πράγματος κίνδυνον προξενοῦντος ψυχῆς, ἀλλά ἠπίῳ λόγῳ καί φθέγματι διδάξεις αὐτούς πῶς δεῖ περιπατεῖν ἕκαστον καί μέσον τῆς ἀδελφότητος ἀναστρέφεσθαι. Τούς νέους καί ἀστηρίκτους διδάξεις φείδεσθαι ἑαυτῶν τε καί τῶν λοιπῶν ἀδελφῶν, ἵνα μή πρόξενοι τοῖς ὁρῶσι γίνωνται βλάβης διά τε τοῦ βαδίσματος καί τῆς ἀκαταστασίας τῶν ἠθῶν καί τῆς παρρησίας καί τῶν ἀτάκτων τῆς νεότητος ἐπιτηδευμάτων. Τούς ἐν τῇ ἀσκήσει χρονίσαντας ἐν λόγῳ διδάξεις συνέσεως τήν ὑπομονήν τῶν ἐπερχομένων πειρασμῶν ἀπό τοῦ ἐχθροῦ, τήν ταπείνωσιν, τήν συντριβήν τῆς καρδίας, τήν κατάνυξιν, τά δάκρυα, τήν ἐπιμέλειαν καί παράστασιν τῆς εὐχῆς, τό μακάριον πένθος καί τοῦ εἶναι καί γίνεσθαι διά λόγου καί πράξεως τῶν λοιπῶν εἰς ὠφέλειαν. Τούς ἱερεῖς τήν εὐλάβειαν, τήν ἡσυχίαν, τήν μελέτην τῶν θείων Γραφῶν, τήν εἴδησιν ἀκριβῶς τῶν ἀποστολικῶν κανόνων καί παραδόσεων, τήν τῶν δογμάτων ὀρθότητα, τήν καθαρότητα τῆς καρδίας, τήν ἐπίμονον προσευχήν καί κατάνυξιν, (262) τήν τοῦ θείου βήματος ἐν φόβῳ Θεοῦ καί τρόμῳ παράστασιν, τό τῆς ἱεουρουργίας μυστήριον, τήν ἀποκάλυψιν τῶν τοῦ Θεοῦ μυστηρίων, ἐπειδή αὐτοῖς δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν κατά τήν τοῦ Κυρίου φωνήν, ἵνα ὦσι πάσῃ ἀδελφότητι καί τοῖς ἔξω ἅλας θεῖον καί φῶς, λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχοντες.

Εἰ δέ κατά τῶν ἀτάκτων δεῖ σέ ποτε ἐν ῥάβδῳ καί βακτηρίᾳ εὐλόγῳ κινηθῆναι θυμῷ πρός τό ἀνακοπήν τινα ποιήσασθαι τοῦ κακοῦ καί ἀναστεῖλαι λοιμώδη φθοράν ἐν αὐτοῖς, ἵνα μή ἐπί τό χεῖρον ἐπεκτανθῇ τά τῆς φαύλης ἐργασίας καί διαθέσεως, οὐδέ τοῦτο ἀπᾷδον ἐκρίθη τοῖς ἀποστόλοις ἐν ταῖς αὐτῶν διατάξεσι καί τοῖς θεοφόροις πατράσιν ἡμῶν. Πᾶσα γάρ κίνησις καί πᾶσα πρᾶξις ἡμῶν, ἡ κακίαν μέν ἀναστέλλουσα καί διώκουσα, δικαιοσύνῃ δέ βοηθοῦσα καί ἀρετῇ, ἐπαινετή τέ ἐστι καί θεάρεστος καί πᾶσιν εὐαπόδεκτος τοῖς δικαίοις. Καί μάρτυς Ἰησοῦς, φραγγελίῳ τύπτων τούς ἀτεράμονας Ἰουδαίους, ἐμπορίου οἶκον τόν οἶκον πεποιηκότας τῆς προσευχῆς, καί τάς τραπέζας τῶν κολλυβιστῶν ἀνατρέπων. Μή οὖν ἐν προσποιήσει πραότητος διά μόνον ἔπαινον τῶν ἀνθρώπων, μικροῦ τινος πράγματος παρ᾿ ἐντολήν Θεοῦ γενομένου ἐπί καταστροφῇ τῶν ἀποστολικῶν κανόνων καί διατάξεων καί ἐφ᾿ ὕβρει τοῦ εὐαγγελικοῦ βίου καί τῆς τῶν μοναχῶν καταστάσεως καταφρονήσῃς, ἀλλά τόν σόν μιμούμενος Ἰησοῦν καί Θεόν, (363) ἐμβρινώμενος καί ἑαυτόν ἀπαθῶς ἐκταράσσων, ἐκδίκησιν ποιοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ καί τῶν τεθέντων κανόνων ὑπό τῶν ἀποστόλων αὐτοῦ. Ἔστω σοι μετά πάντων καί ἐπί τῇ ἐξετάσει τῶν λογισμῶν ἑκάστου ἀκρίβεια, ὡς ἄν εἰδείης τίνες μέν αὐτῶν συστάσεως δέονται τῆς τῶν εὐχομένων καί κοινωνούντων, τίνες δέ ἀφορισμοῦ καί τῆς μετά δακρύων μετανοίας καί στάσεως τῶν μετανοούντων, ἵνα μή τήν ἐκκλησίαν Θεοῦ ἀντί ναοῦ ἁγίου σπήλαιον ληστῶν ἤ πορνεῖον ἐν ἀγνοίᾳ ἤ γνώσει ποιήσῃς κατά προσπάθειαν, καί οὐκ ἐκφεύξῃ τό φοβερόν ἐπί τούτῳ κρίμα τῆς ὀργῆς τοῦ Θεοῦ.

Ἴσθι γάρ ὅτι ἑκάστῳ τῶν τοιούτων κατάλληλον οἱ αὐτόπται τοῦ Λόγου καί μαθηταί τόν τόπον εἰκότως ἀπένειμον. Καί δεῖ σε τῆς ἀναγνώσεως μᾶλλον τῶν διατάξεων καί τῶν κανόνων αὐτῶν ἐπιμελῶς ἔχεσθαι, ἵνα εἰδώς ἔσῃ τίνα τά τῶν εἰς Χριστόν πιστευόντων εἰσί κεκρυμμένα μυστήρια, καί μή σφάλῃ ποιῶν τά μή τῇ θεοσεβείᾳ προσήκοντα. “Εὐλαβεῖς ποιήσεις” κατά τό γεγραμμένον “τούς πνευματικούς σου υἱούς” καί διδάξεις αὐτούς εὐλαβεῖσθαι ἀπό τῶν ἱερῶν τε καί θείων τόπων ὁμοῦ καί σκευῶν τοῦ ἡγιασμένου ναοῦ τοῦ Θεοῦ καί τῆς λειτουργίας αὐτοῦ, ἐπειδή γέγραπται· “Μακάριος ἄνθρωπος ὁ πάντα δι᾿ εὐλάβειαν καταπτήσσων”. Μόνοις γάρ, ἴσθι, τοῖς ἱερωμένοις καί τοῖς ἐξ ἀγώνων καί μετανοίας διά δακρύων καθαρθεῖσι πολλῶν καί τῶν ἀχράντων μετέχουσι μυστηρίων Χριστοῦ ἡγιασμένοις καί εὐλαβεστάτοις (264) τῶν μοναχῶν ἡ λειτουργία τῶν τοιούτων καί τό ἅπτεσθαι αὐτῶν παρά τῶν πατέρων καί ἀποστόλων ἀφιερώθη. Οὐ συγχωρήσεις πᾶσι καί τοῖς βουλομένοις τήν τοῦ θείου βήματος εἴσοδον, ἀλλ᾿ ἤ μόνοις, ὡς εἴρηται, τοῖς ἱερωμένοις καί ἡγιασμένοις τῶν εὐλαβεστέρων ἀδελφῶν καί πατέρων σου, τοῖς δέ λοιποῖς καί ἀτάκτως περιπατοῦσι τῶν ἀδελφῶν - ὅρα τί σοί λέγεται - ἀποκλείσεις αὐτήν. Πολλοί γάρ, εὖ ἴσθι, ἐκ τῆς τῶν τοιούτων καταφρονήσεως τέμνονται τῆς παρούσης ζωῆς, καί πάντως παρορῶντός σου τοῦτο γίνεσθαι, τό αἷμα τῶν τεμνομένων διά τοῦτο τῆς ζωῆς ἐκ τῶν χειρῶν σου ἀπαιτηθήσεται.

Ταῦτα, ὦ ποιμήν τῶν προβάτων Χριστοῦ, καί τούτων ἔτι πλείονα, ἅ εἰδέναι ἀκριβῶς καί ποιεῖν σπουδαίως ὀφείλεις εἰς φυλακήν τοῦ ποιμνίου σου. Τοιγαροῦν καί εἰ σαυτόν ἔγνως εἰς τοσαύτην ἐλάσαντα ἱκανότητα καί τοιούτων εὐμοιρήσαντα χαρισμάτων, ὡς ἐκ μόνου τοῦ ἐκλάμποντος ἀπό σοῦ φωτός τῶν καλῶν ἔργων καί τῆς ἐνθέου σοφίας καί γνώσεως φωτίζεσθαι πάντας τούς πλησιάζοντάς σοι τῶν ἰδίων καί ἀλλοτρίων, ποίμαινε θαρρῶν τά πρόβατα Χριστοῦ τῷ ἐπιστήμονι λόγῳ τῆς δοθείσης σοι χάριτος ἐμπράκτως, κατά τόν ὅρον καί νόμον τόν προαποδοθέντα σοι ἄνωθεν, καί βόσκε τά ἀρνία αὐτοῦ εἰς νομάς σωτηρίους τῶν αὐτοῦ ἐντολῶν, ἕως οὗ αὐξηνθῶσι καί εἰς μέτρον ἡλικίας ἀναδράμωσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καί ἕξεις (265) πολύν ἐξ αὐτοῦ τόν μισθόν τοῦ γενέσθαι τῶν αὐτοῦ ἀποστόλων σύνθρονος καί ὁμόσκηνος· εἰ δ᾿ οὖν, ἀλλά συστάληθι πρός ἑαυτόν, εἴ τί μοι πείθῃ κηδομένῳ τῆς σωτηρίας σου, ἐπειδή ὁ Θεός ἡμῶν πῦρ καταναλίσκον ἐστί, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα