Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγοι - Αγίου Συμεώνος του νέου Θεολόγου / 21. Λόγος κα΄ Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν.

21. Λόγος κα΄ Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν.


n/a

Ἀδελφοί καί πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τά ὑπέρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καί τάς ψυχάς ἡμῶν διευθετηθῆναι πρός τόν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοί καί γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καί μακάριος ἡμῶν ἀδελφός ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καί ὁσίως ἐνταῦθα πολετευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτήματα. Καθαρός γάρ τυγχάνων καί τήν καρδίαν καθαράν κεκτημένος ἀπό τῶν ἐμπαθῶν λογισμῶν, τά μικρά - ὡς δοκῶ καί παντελῶς - ἁμαρτήματα ὁ ἅγιος ἐκεῖνος ὡς ἁμαρτίας μεγάλας καί εἶχε καί ἐξηγόρευεν, ἐπεί Θεοῦ χάριτι σκεπόμενος παρθένος διῆλθε τόν βίον, τῷ σωματι καί τήν καρδίαν ἁγνός. Ἀφ᾿ γάρ τόν τῆς μονῆς εἰσῆλθε πυλῶνα καί τῷ Χριστῷ συνετάξατο, τόν χιτῶνα τῆς σαρκός αὐτοῦ ἤ τῆς ψυχῆς αὐτοῦ οὐκ ἐμόλυνεν οὐ συνδυασμῷ ἐννοιῶν, οὐ συγκαταθέσει λογισμῶν, (284) οὐ πράξει τινί, ὥσπερ μοι, πλησίον τῆς κλίνης αὐτοῦ καθεζομένῳ καί κλαίοντι, οὕτως ἐξεῖπε· “Τί κλαίεις, φησίν, ἀδελφέ; Τῆς πρός Θεόν πίστεως οὐ γέγονας ἔξαρνος, ἀλλά ταύτην ὡς ἐκεῖνον, ἐλπίζω, ἐφύλαξα. Καί ἀφ᾿ οὗ ἐν τῇ ἁγίᾳ παραγενόμην ταύτῃ μονῇ - οὐ καυχώμενος λέγω, ἀλλ᾿ εἰς τόν Θεόν θαρρῶν καί εἰς τήν τοῦ ἁγίου πατρός ἡμῶν εὐχήν – σαρκικήν ἁμαρτίαν οὐκ ἔπραξα. Ἐσθίων δέ καί πίνων, ἐν ἀμελείᾳ διετέλεσα τάς ἠμέρας μου. Πλήν εἰς τήν φιλανθρωπίαν τοῦ τά πάντα εἰδότος Θεοῦ ἐμαυτόν ἀνατίθημι, καί ὡς ποιήσει μετά τῆς ἐμῆς ταπεινώσεως”.

Τί τοίνυν τῶν μεγάλων πατέρων τά τελευταῖα ῥήματα καί ἀποφθέγματα τοῦ ἡμετέρου πλείω τυγχάνουσι ἀδελφοῦ; Τήν γάρ ἁγνείαν αὐτοῦ καί παρθενίαν μετά παρρησίας ἡμῖν ἐγνώρισε καί τό τῆς ταπεινώσεως αὐτοῦ πάλιν ἄπτωτον τῇ ἑαυτοῦ ψυχῇ περιποιήσατο, φυλάττων κἀντούτῳ τήν Δεσποτικήν φωνήν ἤ μᾶλλον εἰπεῖν ἐντολήν, τήν λέγουσαν· “Ὅταν πάντα ποιήσητε, τότε λέγετε ὅτι· Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν”.

Μετά δέ ταῦτα τῷ ἁγίῳ ἡμῶν ὑφηγήσατο αὐτῷ, ἅπερ καί αὐτόν τόν ἅγιον πατέρα καί ἡμᾶς αὐτούς ἐξέστησαν, οὐ μόνον δέ ἀλλά καί ἅπαντας τούς ἀκηκοότας μετά τήν τελευτήν ἐκείνου ταῦτα ἐξέπληξαν. Οὐδείς γάρ ἐξ ἡμῶν παρ᾿ ἐκείνῳ τοιοῦτον θησαυρόν ἁγνείας καί παρθενίας ἤλπιζεν ἀποκρύπτεσθαι.

Ἀλλά γάρ εἶθ᾿ οὕτω καί τό ἅγιον καί ἀγγελικόν μέγα σχῆμα ἐπενδυσάμενος, ἐν προθυμίᾳ μεγάλῃ, ἐν πολλαῖς δακρύων ἐκχύσεσιν, ἐν ἀρραγεῖ πίστει καί ἐπιγνώσει τελείᾳ, οὕτω τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ νεοφώτιστος οὗτος καί στρατιώτης νεόλεκτος, (285) ὁ ἔσχατος ἐν τῷ παρόντι βίῳ ὑπέρ ἡμᾶς εἰσελθών καί πρῶτος τήν ματαιότητα τοῦ κόσμου καταλιπών, πρός τόν ἑαυτοῦ Δεσπότην ἀνεκλαλήτῳ χαρᾷ ἐξεδήμησε, πένθος ἄπαυστον καταλιπών τοῖς ταλαιπώροις ἡμῖν. Ὅταν γάρ ἐνθυμηθῶ, ἅπερ καί ὑμεῖς οἴδατε ὅτι ἐποίουν καί ἔλεγον πρός αὐτόν, τά πρός σωτηρίαν αὐτοῦ ψυχικήν σπουδάζων ἐγώ ὁ μάταιος, ὅλως ἐξίσταμαι καί νοῦν καί διάνοιαν καί τήν καρδίαν μου φλογίζομαι, πῶς ἔλαθον ἐμαυτόν, πῶς ἐματαιώθην παιδεύων ἄνδρα, παρ᾿ οὗ μᾶλλον ἐγώ παιδεύεσθαι ὤφειλον· τάς γάρ ἀρετάς ἐκείνου ἐλαττώματα κρίνων ἐγώ σφόδρα ἤλγουν καί περί τῆς ψυχικῆς σωτηρίας τοῦ πεποθημένου μου ἀδελφοῦ ἐσφάδαζον – οὕτω γάρ πρέπον ἐστί μή ψεύσεσθαι- . Ἐν Χριστῷ καυχῶμαι, χαρᾷ δέ πάλιν ἀνεκλαλήτῳ συνέχομαι, ὅτι οὕτω τοῦ τῇδε βίου τόν ἐμόν προέπεμψα ἀδελφόν καί ἐν τοιούτοις ἔργοις καί πράξεσι κατηξιώθην ἰδεῖν αὐτόν πρός Χριστόν ἐκδημήσαντα. Οἶδε γάρ ὁ τῶν ἐννοιῶν ἡμῶν καί τῶν λογισμῶν ἐξεταστής Θεός, ὅτι περί τούτου πολλή σπουδή ἐξ ἀρχῆς καί μέριμνά μοι ἐγένετο, καί πολλάς δακρύων ἀφῆκα πηγάς τούτουγε ἕνεκα. Καί ὁ Θεός ὁ φιλάνθρωπος οὐ παρεῖδέ μου τοῦ ταλαιπώρου τήν δέησιν, ἀλλ᾿ ἐν ἀγάπῃ, τῇ εἰς ἀλλήλους, καί ταπεινώσει καί πίστει, τῇ πρός ἡμᾶς, οὕτως ἀπέπτη πρός οὐρανόν, τό σῶμα μόνον καταλιπών ἐν ταῖς ἐμαῖς ἀθλίαις χερσί.

Θρηνοῦντός μου γάρ καί “Μή ἐπιλάθῃ” λέγοντος “ἡμῶν, ἀδελφέ. Ἤδη γάρ ἐκλείπεις καί καταλιμπάνεις ἡμᾶς”, οὑτωσί γαληνῶς προσεφθέγξατο· (286) “Οὐχί, εἰς τόν Θεόν ἐλπίζω”. Καί τοῦτο τό ῥῆμα ὕστατον τοῖς καθαρωτάτοις αὐτοῦ χείλεσιν ἐξειπών, πρός Θεόν ἐξεδήμησεν, οὐχ ἅπαξ τοῦτο εἰπών, ἀλλά καί δίς. Πρότερον ἐμοῦ δηλονότι τό “Μή ἐπιλάθῃ ἡμῶν” αἰτησαμένου “ἀδελφέ περιπόθητε”, αὐτός ἐκ δευτέρου μή ἐπιλαθέσθαι ἡμῶν προεπηγγείλατο. Καί τούς πόδας ἐξάρας καί τάς χεῖρας τυπώσας σταυροειδῶς ἐν ἀταράχῳ τῆς ψυχῆς καταστήματι καί κινήματι, οὕτω τόν γλυκύτατον ὕπνον ἐν εἰρήνῃ βαθείᾳ ἐκοιμήθη καί ὕπνωσεν ὕπνον τόν δικαίοις πρέποντα, πρός οὐδέν τῶν παρόντων προσπάθειαν ἐνδειξάμενος. Οὔτε γάρ συγγενῶν ἐμνήσθη, οὔτε φίλον ὠνόμασεν ἐν τούτῳ τῷ βίῳ τινά, οὐ περί φθαρτοῦ πράγματος διετάξατο, ἀλλ᾿ ὡς κόπρον ἤ βόρβορον τά τῇδε πάντα μισήσας καί βδελυξάμενος, οὕτω γυμνός πάσης ἐπιθυμίας τῶν ὁρωμένων καί σχέσεως, πρός τά νοητά μετέβη βασίλεια, ἄξιος ὡς ἀληθῶς οἰκήτωρ καί κληρονόμος ἐκείνων γενόμενος. Καί εἰκότως· εἰ γάρ ἡμῖν ὁ Θεός ἐνετείλατο, γεγυμνωμένοις οὖσιν, ἐνδύειν τούς ἀδελφούς, πόσῳ μᾶλλον ἐκεῖνος ἱμάτιον καί σκέπη τῷ γλυκυτάτῳ μοι γενήσεται ἀδελφῷ, τῷ δι᾿ ἐκεῖνον μέν τόν κόσμον πάντα καί τά τοῦ κόσμου ἀποδυσαμένῳ καί γυμνῷ πρός αὐτόν ἐκδημήσαντι;

Ἀλλά τόν βίον τοῦ ἀδελφοῦ πάντες ἡμεῖς ἀναθεωρήσαντες, μιμησώμεθα, παρακαλῶ, τήν αὐτοῦ πίστιν, τούς ἀγῶνας αὐτοῦ, τήν ἐξομολόγησιν, τήν μετάνοιαν, ἵνα καί ἡμεῖς πρός τήν ἐκ τοῦ σώματος ἔξοδον ἐρχόμενοι, ἀφόβως καί ἀταράχως ὡς ἐκεῖνος, τοῦ μέν σώματος ἐκδημήσωμεν, πρός δέ τόν Θεόν ἀπελθόντες, ἐν αὐτῷ μετ᾿ ἐλπίδων χρηστῶν ἐνδημήσωμεν καί καταπαύσωμεν εἰς αἰωνίους σκηνάς, (287) ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καί ὁ χορός τῶν μακαρίων καί ἁγίων πατέρων ἡμῶν ἐναυλίζεται.

Ἀλλ᾿ ὦ φίλτατε καί Θεῷ φιλούμενε, τριπόθητε ἀδελφέ, μέμνησο τῆς ὑποσχέσεως καί μή ἐπιλάθῃ τῶν τελευταίων καί ἡδίστων ἐμοί ῥημάτων σου, πρεσβεύων ὑπέρ ἡμῶν τῶν ἀδελφῶν σου καί παντός τοῦ γένους σου. Οἶδας γάρ ἐν οἵοις ἐσμέν κακοῖς, αὐτός ἐν καλοῖς γενόμενος καί πολλοῖς ἀγαθοῖς· ὁ γάρ τοῦ σκότους ἀπαλλαγείς ἀκριβῶς γινώσκει τῶν ἐν αὐτῷ κρατουμένων τήν ἀθλιότητα. Ἱκέτευσον οὖν, ἀξιοῦμεν, καί νῦν τόν Θεόν ὑπέρ πάσης σου τῆς ἐν Χριστῷ ἀδελφότητος, ὁ μηδέποτέ τινος ἐξαιτουμένου σε παρακούσας, μηδέ τῆς σῆς ἀναγκαίας τροφῆς τούς δεομένους ἀποστερήσας. Δεήθητι ὑπέρ ἀδελφῶν τῶν τῷ σῷ πόθῳ ἐκκρεμαμένων καί τόν χωρισμόν στέγειν ἀδυνατούντων καί τό πένθος ἐπισχεῖν μή καρτερούντων, ὅπως καί ἡμᾶς μετά σοῦ ἕξεις ὑποδεξάμενος, καί σύν σοί σκηνῶσαι τόν ὑπεράγαθον Θεόν ἐξιλέωσαι καί τόπον ἡμῖν προετοίμασον ἀναπαύσεως διά τῆς ἐντεῦθεν εὐπραξίας ἐξειργασμένον, ἵνα σύν σοί καί μετά σοῦ, ὡς καί ἐν τῷ παρόντι βίῳ, καί αὐτόθι συνδιάγωμεν καί συνευφραινώμεθα, καταξιούμενοι οἰκεῖν καί βλέπειν τήν ἄλυπον καί μακαρίαν ζωήν. Καί καθάπερ ἡμεῖς, ἀπό τοῦ κόσμου σοῦ προσδραμόντος εἰς τήν μοναχικήν πολιτείαν, μονήν καί οἰκίαν προηυτρεπίσαμεν, οὕτω νῦν καί σύ εἰς τήν ἄρρητον καί θείαν καί ἄϋλον διαγωγήν προοδεύσας, ἀσμένως ἡμᾶς ὑποδέξαι, μᾶλλον δέ προσλαβοῦ καί συνόδευσον καί συγκοπίασον, ὡς φιλάδελφος ἀδελφός, καί τῶν ἐπιχειρούντων παρεμποδίζειν καί κωλύειν ἡμῶν τήν πρός σέ ἄφιξιν ἐλευθέρωσον, (288) μεμνημένος ὅτι καί ἡμεῖς τῇ σῇ ἐβοηθήσαμεν καί συνεκοπιάσαμεν ἐν τῷδε τῷ βίῳ ἀδελφότητι. Χρήζομεν γάρ σου μᾶλλον ἄρτι τῆς συνεργείας ἡμεῖς ἤ τότε σύ, ὅτε τῶν τοῦ κόσμου δικτύων ὑπεξελθεῖν ἐπεχείρησας.

Πολά γάρ τά ἡμέτερα ἄχθη, γλυκύτατε ἀδελφέ, ἅ τήν ταπεινήν ἡμῶν ψυχήν καί τό σῶμα βαρύνουσιν, ὧν τό πάντων δεινότατον ἡ μόνωσις καί ἡ πολλή τῶν μεθ᾿ ἡμῶν ἀδελφῶν μέριμνα, περί ἥν με καί γινώσκεις ζηλωτήν μανικώτατον. Ἔγνως γάρ πάντως ἄρτι τά τῆς ἐμῆς πρός σέ διαθέσεως, καί ὡς οὐ μισῶν σέ ποτε ἤ βδελυσσόμενος ἐπέπληττον καί παντί τρόπῳ ταῖς νουθεσίαις ἠσφαλιζόμην, ἀλλά σφόδρα φιλῶν σε καί τῷ περί σέ πόθῳ ἀνενδότως φλεγόμενος. Βλέπεις γάρ ἄρτι, οἶδα καλῶς, ὑπεξελθών τόν γνόφον καί τήν ὀμίχλην τούτου τοῦ σώματος, καί γυμνήν ὁρᾷς τήν ἐμήν ψυχήν καί τήν γνώμην αὐτῆς, καθώς σύ ὑπάρχεις ἄρτι γυμνός τοῦ σώματος. Θεοειδής γάρ γενόμενος, θεοειδέστερον βλέπεις καί πάντα τά καθ᾿ ἡμᾶς. Μή οὖν ψεύστης τῶν συνθηκῶν φανήσῃ τῶν πρός ἡμᾶς, μηδέ ἐπιλάθῃ ἀδελφοῦ τοῦ ὑπερβαλλόντως σε ἀγαπήσαντος καί, εἰ μή τολμηρόν εἰπεῖν, καί αὐτήν τήν ψυχήν ὑπέρ σοῦ τεθεικότος. Ἀλλά δός χεῖρα βοηθείας διά τῶν εὐπροσδέκτων σου προσευχῶν, ἵνα καταντῆσαι ἀξιωθῶμεν πρός σε καί συνοικῆσαί σοι ἐν αὐτῷ τῷ Κυρίῳ καί Θεῷ καί Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τήν κατοικίαν ποιούμενοι ἐν αὐτῷ, συναναστρεφόμενοι τῷ ἀφράστῳ φωτί ἐν τῇ ἀκηράτῳ ζωῇ, ἐν τῇ ἀνεκλαλήτῳ χαρᾷ, ἐν τῇ ἀνεκδιηγήτῷ δόξῃ τε καί λαμπρότητι, τῇ ἐν Πατρί καί Υἰῷ καί Ἁγίῳ Πνεύματι ὁρωμένῃ καί προσκυνουμένῃ εἰς τούς αἰῶνας. Ἀμήν.



Η Θεία Λειτουργία

Όρος Λιβάνου Χορωδία Αραβικά Ελληνικά
- Θεία Λειτουργία - Ορθόδοξη Εκκλησία -

خدمة القداس الإلهي عربي

جوقة جبل لبنان للروم الأرثوذكس - الأب بندلايمون فرح - موسيقى بيزنطية

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα