»»» Λόγοι - Αγίου Συμεών του νέου Θεολόγου / Επιστολές / ΕΠΙΣΤΟΛΗ Γ’. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
ΕΠΙΣΤΟΛΗ Γ’. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
«Καλούς μοι στεφάνους ὁ καλός Στέφανος καί δεσπότης μου ἐπί τοῖς ἐμοῖς στεφάνοις πάλιν προσέθετο. Ἀλλά τί σοι ἀνταποδώσομεν ὑπέρ ὧν ἡμᾶς τούς ταπεινούς ἀγαθῇ κινούμενος διαθέσει πεποίηκας καί ποιεῖς καί οἶδ᾿ ὅτι πάλιν ποιήσεις, εὐεργετῶν καθ᾿ ἑκάστην ἡμᾶς ἐπί χρόνοις ἤδη ἑπτά; Τί οὖν σοι ἀπολογησόμεθα τῷ περί τά τοιαῦτα σπουδαίῳ καί φιλοτιμότερον εἰδότι δεξιοῦσθαι τοῖς γλυκέσι σου φαρμάκοις τούς φίλους; Ἀλλά δεόμεθά σου μή στῇς τῆς προθέσεως, μή καταπαύσῃς ἀπό τῶν ἔργων σου˙ πρόσθες εἰ δοκεῖ τούτοις τά ἔτι γλυκυτέρους τῇ ἐπιτάσει ποιοῦντα τούς πόνους μοι. Ηὔξησάς μοι τό φῶς, τήν χαράν, τήν ἡδύτητα, ἅ καί αὐξήσαις ἔτι πάντως καί ἔτι ποιῶν τά οἰκεῖα καί τῷ φιλουμένῳ τάχιον ἑνώσαις ἡμᾶς Θεῷ, ὑπέρ οὗ φέρω πάντα προθύμως καί δι᾿ ὄν ὁρᾷς τήν ἅλυσιν ταύτην παρά σοῦ τῆς ἐξορίας περίκειμαι. Ἔρρωσο. Τῷ πανιέρῳ καί ἁγίῳ δεσπότῃ μου, ὁ διά σοῦ ἐξόριστος καί τῶν προσόντων γυμνός γεγονώς Συμεών ὁ σός».

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
