»»» Λόγοι - Αγίου Συμεών του νέου Θεολόγου / Επιστολές / ΕΠΙΣΤΟΛΗ Β’. Πρός Στέφανον Νικομηδείας
ΕΠΙΣΤΟΛΗ Β’. Πρός Στέφανον Νικομηδείας
«Τῷ πανιέρῳ καί ἁγίῳ δεσπότῃ μου, τῷ ἐνδοξοτάτῳ συγκέλλῳ, ὁ διά σοῦ ἐξόριστος καί δεδιωγμένος Συμεών ὁ σός. Ἰδού, πανίερε δέσποτα, τῶν κατά Θεόν σου ἀγώνων καί λόγων τά σπέρματα οἶα πεποιήκασι τά γεώργια, οἴαν μοι δόξαν καί χαράν προεξένησαν, ὅσων μοι στεφάνων γεγόνασιν αἴτια, ὅσης με τῆς εὐφροσύνης ἐνέπλησαν εἰς ὕψος τε πνευματικῆς ἀνήγαγον γνώσεως καί ἐπί πέτραν τούς πόδας μου τοῦ νοός καλῶς προσερείσαντο καί αὐτήν με τήν πέτραν ἐνδύσασθαι παρεσκευάσαν, ἐξ ἧς ἔχω τό ὕδωρ τό ζῶν ἐνυποστάτως βλύζον ἐν ἐμοί, κινούμενον καί λαλοῦν καί γράφειν μέν πρός σέ προτρεπόμενον, πάσης τε θυμηδίας ἐμπιπλῶν καί μή ἐῶν ὅλως με τῶν θανατηφόρων πειρασμῶν ἐπαισθάνεσθαι, ἀλλ᾿ ὡς τούς τρεῖς παῖδας ἀφλέκτους ἐν τῇ καμίνῳ ἐφύλαξεν, οὕτω κἀμέ, ὡς ἐν σκηνῇ αὐτοῦ κρύπτον, ἄλυπον διατηρεῖ καί ἀπήμαντον. Ὑπέρ ὧν καί εὐχαριστῶ σοι, εὐχαριστῶν τε καί προσευχόμενος οὐδέποτε παύσομαι, Λοιπόν εἴ τινα καί ἕτερα ἔχεις εἰς προσθήκην εὐφροσύνης καί δόξης τῶν ἀγαπώντων σε, μή ἀποκνήσῃς ποιήσασθαι, ὅπως ὁ μισθός σοι πολλαπλασιασθῇ καί ἡ ἀντάμειψις παρά Θεοῦ τοῦ ταῦτα νομοθετήσαντος δαψιλεστέρα σοι γένηται, Ἔρρωσο».

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
