»»» Λόγοι - Αγίου Συμεών του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / Ι’. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Ι’. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.
Ἤκουσα πρᾶγμα ξένον καί πλῆρες θάμβους,
φύσιν ἄϋλον, τήν λίθου στερροτέραν,
ἶσον ἀδάμαντος καλουμένου παθοῦσαν,
ὅς μή μαλαχθείς ἤ πυρί ἤ σιδήρῳ
γέγονε κηρός ἐμπλεχθείς τῷ μολύβδῳ.
Ἄρτ᾿ ἐπίστευσα μικρόν ὕδατος ῥεῦμα
πέτρας τό στερρόν ἐγχρονίζον κοιλαίνειν
καί ὄντως οὐδέν ἄτρεπτον τῶν ἐν βίῳ.
Μηδείς μ᾿ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω!
Φεῦ τῷ βλέποντι τά φεύγοντα τοῦ βίου
ὡς κρατούμενα καί τερπομένῳ τούτοις!
Ταῦτα πείσεται, ἅπερ κἀγώ, ὁ τάλας.
Νύξ μ᾿ ἐχώρισεν ἀδελφοῦ γλυκυτάτου,
τό ἄτμητον φῶς τῆς ἀγάπης τεμοῦσα.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
