Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ο πίναξ των Θείων Ερώτων


ΕΥΧΗ ΜΥΣΤΙΚΗ : Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν.

Προσευχή στο Άγιο Πνεύμα

Ἐλθέ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή, ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον, ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς, ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι!

Ἐλθέ ὁ ἀόρατος καί ἀναφής πάντῃ ἀψηλάφητος, ἐλθέ ὁ ἀεί μένων ἀμετακίνητος καί καθ᾿ ὥραν ὅλος μετακινούμενος καί ἐρχόμενος πρός ἡμᾶς τούς ἐν τῷ ᾅδη κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθέ τό περιπόθητον ὄνομα καί θρυλούμενον, λαληθῆναι δέ παρ᾿ ἡμῶν, ὅπερ εἷς, ἤ γνωσθῆναι, ὁποῖος ἤ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον.

Ἐλθέ ἡ αἰώνιος χαρά, ἐλθέ τό στέφος τό ἀμαράντινον, ἐλθέ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καί βασιλέως ἡμῶν, ἐλθέ ἡ ζώνη ἡ κρυσταλλοειδής καί διάλιθος, ἐλθέ τό ὑπόδημα τό ἀπρόσιτον, ἐλθέ ἡ  βασίλειος ἁλουργίς καί αὐτοκρατορική ὄντως δεξιά!

Ἐλθέ, ὅν ἐπόθησε καί ποθεῖ ἡ ταλαίπωρός μου ψυχή, ἐλθέ ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς!

Ἐλθέ ὁ χωρίσας ἐκ  πάντων καί ποιήσας με μόνον ἐπί τῆς γῆς, ἐλθέ ὁ γενόμενος πόθος αὐτός ἐν ἐμοί καί ποθεῖν σε ποιήσας με, τόν ἀπρόσιτον παντελῶς!

Ἐλθέ ἡ πνοή μου καί ἡ ζωή, ἐλθέ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς, ἐλθέ ἡ χαρά καί ἡ δόξα καί ἡ διηνεκής μου τρυφή!

Εὐχαριστῶ σοι, ὅτι ἕν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ˙ ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ὁ ἐπί πάντων Θεός, καί αὐτός μοι τά πάντα ἐν πᾶσι γεγένησαι, τροφή ἀνεκλάλητος καί εἰς ἅπαν ἀδάπανος, ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καί ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου, ἔνδυμα ἀπαστράπτον καί καταφλέγον τούς δαίμονας, κάθαρσις διά ἀφθάρτων καί ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σή παρουσία, πρός οὕς παραγίνῃ, χαρίζεται.

Εὐχαριστῶ σοι, τό φῶς ἀνέσπερόν μοι γεγένησαι καί ἥλιος ἄδυτος, ποῦ κρυβῆναι μή ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τά σύμπαντα.

Οὐδέποτε γάρ ἀπεκρύβης ἀπό τινος, ἀλλ᾿ ἡμεῖς ἀεί κρυπτόμεθα ἀπό σοῦ, ἐλθεῖν πρός σέ μή βουλόμενοι.

Ποῦ γάρ καί κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως; Ἤ διά τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά, μήτε τινά αὐτῶν ἐντρεπόμενος;

Νῦν οῦν ἐνσκήνωσον, Δέσποτα, ἐν ἐμοί καί κατοίκησον καί μεῖνον ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοί τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγώ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καί μετά τήν ἔξοδον ἐν σοί, ἀγαθέ, καί συμβασιλεύσω σοι, τῷ ἐπί πάντων Θεῷ! 

Μεῖνον, Δέσποτα, καί μή ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου, οἱ ζητοῦντες ἀεί τοῦ καταπιεῖν τήν ψυχήν μου καί εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς καί μή ἰσχύσωσι κατ᾿ ἐμοῦ, βλέποντές σε, τόν ἰσχυρότερον πάντων, ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς.

Ναί, Δέσποτα, ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον καί ἀγνοοῦντός μου αὐτός ἐξελέξω με καί ἀπό τοῦ κόσμου ἐχώρισας καί πρό προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καί νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεί καί ἀμετακίνητον ἐν τῇ ἐμοί οἰκήσει σου διαφύλαξον, ἵνα μή βλέπων σε διηνεκῶς ὁ νεκρός ἐγώ ζῶ, καί ἔχων σε ὁ πένης ἀεί πλουτῶ, καί βασιλέων πάντων ἔσομαι πλουσιώτερος, καί ἐσθίων καί πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ καί ἔσομαι ἐντρυφῶν ἀγαθοῖς, ὅτι σύ ὑπάρχεις πᾶν ἀγαθόν καί πᾶσα δόξα καί πᾶσα τρυφή καί σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζωοποιῷ Τριάδι, τῇ ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι σεβομένῃ τε καί γνωριζομένῃ καί προσκυνουμένῃ καί λατρευομένῃ ὑπό πάντων νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν.
 



Η Θεία Λειτουργία

Η Θεία Λειτουργία στα Αραβικά -

خدمة القداس الإلهي عربي

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα