»»» Λόγοι - Αγίου Συμεών του νέου Θεολόγου / ΥΜΝΟΙ ΕΠΙΣΤΟΛΑΙ / ΣΤ’. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
ΣΤ’. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.
Πῶς καί πῦρ ὑπάρχεις βλύζον,
πῶς καί ὕδωρ εἶς δροσίζον,
πῶς καί καίεις καί γλυκαίνεις,
πῶς φθοράν ἐξαφανίζεις;
Πῶς θεούς ποιεῖς ἀνθρώπους,
πῶς τό σκότος φῶς ἐργάζῃ,
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου,
πῶς θνητούς ἐξαφθαρτίζεις;
Πῶς πρός φῶς τό σκότος ἕλκεις,
πῶς τήν νύκτα περιδράσσῃ,
πῶς καρδίαν περιλάμπεις,
πῶς με ὅλον μεταβάλλεις;
Πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις,
πῶς υἱούς Θεοῦ ἐργάζῃ,
πῶς ἐκκαίεις σου τῷ πόθῳ,
πῶς τιτρώσκεις ἄνευ ξίφους;
Πῶς ἀνέχῃ, πῶς βαστάζεις,
πῶς εὐθύς οὐκ ἀποδίδως,
πῶς ὑπάρχων ἔξω πάντων
βλέπεις πάντων τά πρακτέα;
Πῶς μακράν ἡμῶν τυγχάνων
καθορᾷς ἑκάστου πρᾶξιν;
Δός ὑπομονήν σοῖς δούλοις,
μή καλύψῃ τούτους θλῖψις!

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
