»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἀντεπιγραφή ἑβδόμη
Ἀντεπιγραφή ἑβδόμη
Ἀντεπιγραφή ἑβδόμη
Ἐπειδή τινες ἀκούοντες τό Πνεῦμα τό ἅγιον ἐκ τοῦ Υἱοῦ ὑπάρχον καί ἀναβλύζον καί προϊόν, οὐχί τήν φύσιν τοῦ Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ πηγάζειν καί ἀναβλύζειν τερατολογοῦσιν, ἀλλά τό πνευματικόν χάρισμα τό τοῖς ἀξίοις ἐπιγινόμενον, διά τό τήν ἐγγινομένην αὐτοῖς ἐνοίκησιν τῆς πανταχοῦ παρούσης θεότητος τοῦ ἁγίου Πνεύματος σχετικῶς γίνεσθαι, οὕτω τό τοιοῦτον ἐκλαμβάνοντες χάρισμα, ὥσπερ ἄν εἰ ἀποδιῃρημένον τῆς θείας οὐσίας νοοῖτο τοῦ Πνεύματος , συνελέγησαν αἱ παροῦσαι γραφικαί χρήσεις, ἐξ ὧν ἔχει τις διαγνῶναι, ὡς κἄν ἡ ἐγγινομένη τοῖς ἀξίοις ἐνοίκησις τοῦ παναγίου Πνεύματος σχετική ἐστιν ἀρρήτως καί ὑπέρ λόγον, ἀλλ᾿ἐπεί ἐκεῖ τά χαρίσματα προχέονται, ὅπου ἡ θεία φύσις αὐτοῦ σχετικῶς ἐνοικήσει, αὐτό τό Πνεῦμα τό ἅγιον, τό ἕν τῆς Τριάδος καί συμπληρωτικόν, ὅπερ ἐστί θεία φύσις καί τέλειος Θεός, ὡς ὁ Πατήρ καί ὁ Υἱός, δηλοῦται, ὅταν τις λέγῃ τό Πνεῦμα τό ἅγιον προϊόν καί ἀναβλύζον καί ὑπάρχον ἐκ τοῦ Υἱοῦ.
Ἀντεπιγραφή ἑβδόμη
Ὄντως οὐκ οἶδεν ἅ λέγει οὔτε περί τίνων διαβεβαιοῦται ὁ καί ταύτην τήν ἐπιγραφήν συνθείς. Οὐδείς γάρ τῶν εὐσεβεῖν ᾐρημένων διεσπαρμένην εἶναι νομίζει τῆς θείας φύσεως τήν θείαν χάριν καί τήν ἐνέργειαν˙ οὐ μήν ὅτι ἀχώριστός ἐστι τῆς θείας φύσεως ἡ θεία ἐνέργεια, παρά τοῦτο καί φύσις ἐστίν ἡ ἐνέργεια ταύτης μηδέν διαφέρουσα (τοῦτο γάρ τῆς Βαρλαάμ καί Ἀκινδύνου δυσσεβείας ἐστίν)˙ ἡ μέν γάρ θεία ἐνέργεια ἐκ τῆς θείας φύσεώς ἐστι καί ἐνθεωρεῖται ταύτῃ κατά τούς θεολόγους, ἀλλ᾿ οὐκ ἔστι καθ᾿ αὑτήν, ἡ δέ θεία φύσις οὐκ ἐκ τῆς ἐνεργείας ἐστί καθ᾿ ἑαυτήν ἐστι καί τῶν θείων ἐνεργειῶν ἐστι πηγή. Ἀλλά καί τό Πνεῦμα τό ἅγιον οὐκ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ φαμεν˙ οὗτος δέ λέγων εἶναι τοῦτο ἐκ τῆς φύσεως, ἡμῖν ἀντιλέγειν οἴεται καί τἀναντία ἡμῶν κατασκευάζειν, μηδέν διαφέρειν, ὡς ἔοικε, νομίζων τήν φύσιν τῆς ὑποστάσεως, ἤ καί διαφοράν ἀφρόνως εἰσάγων φύσεως ἐπί τῆς ἁγίας Τριάδος, ἐπεί διαφοράν ἐστιν ὑποστάσεων.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
