»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή δωδεκάτη
Ἐπιγραφή - Ἀντεπιγραφή δωδεκάτη
Ἐπιγραφή δωδεκάτη
Ἐπειδή εἰσίν τινες ἀποτολμῶντες καί λέγοντες τό ἀναβλύζειν καί προϊέναι καί ἐκλάμπειν καί πεφηνέναι ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα μή δηλοῦν τό οὐσιωδῶς καί ἐνυποστάτως ὑπάρχειν αὐτό ἐκ τοῦ Υἱοῦ, ἀλλά τήν ἐξ αὐτοῦ τῶν πνευματικῶν χαρισμάτων διανομήν, εἰς ἔλεγχον τῆς τοιαύτης ἀνοίας ἐξελέγησαν αἱ παροῦσαι γραφικαί χρήσεις, αἱ δηλοῦσαι ἀναβλύζειν καί ἐκλάμπειν καί πεφηνέναι τόν Υἱόν ἐκ Πατρός˙ οὐ γάρ δή τις ἐρεῖ ὡς οὐχ ὁ Υἱός ἐστιν ὁ ἀναβλύζων καί ἐκλάμπων καί πεφηνώς ἐκ Πατρός οὐσιωδῶς καί ἐνυποστάτως, ἀλλά τά χαρίσματα τοῦ Υἱοῦ.
Ἀντεπιγραφή δωδεκάτη
Τό γεννητῶς ἔκ τινος ἤ ἐκπορευτῶς τήν ὕπαρξιν ἔχον ἐξ αὐτοῦ καί προϊέναι λέγεται καί ἐκπέμπεσθαι καί ἐκλάμπειν, εἴπερ φῶς ἐστι, καί ὅσα παραπλήσια τούτοις. Οὐ μή πᾶν τό προϊόν ἤ ἐκπεμπόμενον ἤ ἐκλάμπον ἔκ τινος καί ἐξ ἐκείνου γεννητῶς ἤ ἐκπορευτῶς τήν ὕπαρξιν ἔχει καί ἐν ἰδίᾳ ὑποστάσει ἐστίν. Οὗτος δέ, ὁ τάς ἐπιγραφάς ταύτας συγγραψάμενος, τόλμαν ἐγκαλεῖ τοῖς εὐσεβῶς καί νουνεχῶς φρονοῦσι τολμητίας ὤν αὐτός περί τό δυσσεβεῖν.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
