»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή πέμπτη
Ἐπιγραφή - Ἀντεπιγραφή πέμπτη
Ἐπιγραφή πέμπτη.
Ἐπειδή εἰσί τινες μή καταδεχόμενοι ἐκεῖνο τήν εὐαγγελικήν δύνασθαι ρῆσιν, Τήν ‘Πνεῦμα ἀληθείας’ τό ἅγιον λέγουσαν Πνεῦμα, ὅπερ δύναται καί ἡ ρῆσις ἡ λέγουσα ἐκ τοῦ Πατρός αὐτό ἐκπορεύεσθαι, ἔτι δέ διενιστάμενοι μηδέ εἰς ἰσοδύναμον ἔννοιαν λέγεσθαι τό ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι καί ἐκ τοῦ Υἱοῦ λαμβάνειν τό Πνεῦμα τό ἅγιον, κατεστρώθησαν αἱ παροῦσαι γραφικαί χρήσεις εἰς ἀπόδειξιν τοῦ ἰσοδυνάμου τῶν τοιούτων εὐαγγελικῶν χρήσεων.
Ἀντεπιγραφή πέμπτη.
Τῆς ἀναισθησίας˙ ἰσοδυναμοῦσι γάρ αἱ ρήσεις τῶν ἁγίων εἰς τό δεῖξαι τήν πρός τόν Πατέρα καί τόν Υἱόν οἰκειότητα, ταὐτό δ᾿εἰπεῖν ὁμοουσιότητα τοῦ θείου Πνεύματος, διαφέρουσι δέ ὡς μή παρ᾿ ἀμφοτέρων, Πατρός τε καί Υἱοῦ, τήν ὕπαρξιν δεικνεῖσαι. Καί τοῦτο κατάδηλον ὑπ᾿ αὐτῶν τούτων τῶν γραφικῶν χρήσεών ἐστι, ὁ δέ συνειλοχώς ταύτας οὗτος πρός τήν διαφοράν τῶν ρήσεων τούτων καθάπερ ἐκκεκώφηται.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
