»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή τετάρτη
Ἐπιγραφή - Ἀντεπιγραφή τετάρτη
Ἐπιγραφή τετάρτη
Ἐπειδή τινες μή καταδεχόμενοι τήν ἐν τῇ Τριάδι μεσιτείαν τοῦ Υἱοῦ, προδήλως παρά τῶν ἁγίων θεολογουμένην ἀπαρνοῦνται καί τό ὅλως λέγειν ὄνομα τάξεως ἐν τῇ Τριάδι, συνελέγησαν αἱ παροῦσαι γραφικαί χρήσεις εἰς δήλωσίν τε καί τό Πνεῦμα διά τοῦ Υἱοῦ συνάπτεσθαι τῷ Πατρί καί εἰς παράστασιν τοῦ λέγεσθαι ἀριδήλως τάξιν ἐν τῇ Τριάδι.
Ἀντεπιγραφή τετάρτη
Καταψεύδῃ τῶν εὐσεβῶν, ταλαίπωρε. Ἴσμεν γάρ τάξιν ἐπί τῆς ἁγίας Τριάδος, ἀλλά τήν εὐσεβῆ˙ τήν δέ δεικνῦσαν τρίτον ἐξ ἀνάγκης ἀπό τοῦ Πατρός τό Πνεῦμα τό ἅγιον, ὡς δυσσεβῶς ἔχουσαν, ἥν σύ μετ᾿ Εὐνομίου στέργεις, οὐ καταδεχόμεθα. Καί τῶν γραφικῶν δέ καταψεύδῃ χρήσεων˙ οὐ γάρ τόν Υἱόν μόνον, ἀλλ᾿ ἔσθ᾿ ὅτε καί τόν Πατέρα τοῦ Υἱοῦ καί τοῦ Πνεύματος ἕνωσίν φασιν, ἄλλοτε δέ τοῦ Υἱοῦ καί τοῦ Πατρός τό Πνεῦμα μέσον καί κοινόν αὐτοῖς˙ καί ἥν ‘ἀριδήλως’ φῄς τάξιν, σαφές ὡς οὐ περί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος ἐστι. Στέργεται δέ καί ἡ μεσιτεία τοῦ Υἱοῦ, ἀλλ᾿ οὐ κατά τήν ὕπαρξιν τοῦ Πνεύματος τοῖς τά θεῖα συνετοῖς, ἀλλά κατά τήν ὁμολογίαν, μή προσεχῶς τῷ Πατρί τῷ Πνεῦμα τό ἅγιον τιθεῖσιν, ἵνα μή δόξῃ καί τοῦτο γεννητόν. Τά τοιαῦτα τοίνυν τοῖς ἁγίοις λέγεται καλῶς, ὁ δέ συνειλοχώς ταῦτα καί προθείς ἐνταῦθα πρός τήν οἰκείαν μεθέλκων κακοδοξίαν κακῶς καί δυσσεβῶς αὐτοῖς χρῆται.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
