»»» Λόγοι - Επιστολές του Αγίου Γρηγορίου του Παλαμά / Ἀντεπιγραφαὶ εἰς τὰς παρὰ τοῦ Βέκκου ὑπὲρ Λατίνων ἐπιγραφάς / Ἐπιγραφή - Ἀντεπιγραφή τρίτη
Ἐπιγραφή - Ἀντεπιγραφή τρίτη
Ἐπιγραφή τρίτη.
Κατεστρώθησαν καί αἱ παροῦσαι γραφικαί χρήσεις εἰς συγκρότησιν τῆς ἐννοίας τῶν δηλουσῶν χρήσεων , μή ἀμέσως ἀλλά διά τοῦ Υἱοῦ ἐκ Πατρός εἶναι τό Πνεῦμα. Εἰ γάρ ἀμέσως ἦν τό Πνεῦμα ἐκ τοῦ Πατρός, οὐκ ἄν ἐρρήθη ὁ μέν Υἱός εἰκών τοῦ Πατρός, τό δέ Πνεῦμα εἰκών τοῦ Υἱοῦ˙ καί ὁ μέν Υἱός ἐνέργεια τοῦ Πατρός, τό δέ Πνεῦμα ἐνέργεια τοῦ Υἱοῦ˙ καί ὁ μέν Υἱός πρόσωπον τοῦ Πατρός, τό δέ Πνεῦμα πρόσωπον τοῦ Υἱοῦ.
Ἀντεπιγραφή τρίτη.
Ἀνούστατε, ὁ δυσσεβῶς ἐπιγράφων ὧδε τά παρά τῶν ἁγίων εὐσεβῶς εἰρημένα, πῶς οὐ συνορᾷς ὅτι τά κοινά καί φυσικά ἐπί τῆς ἀνωτάτω καί προσκυνητῆς Τριάδος οὐδεμίαν ἔχουσι διαφοράν; Εἷς γάρ Θεός, μία εἰκών, μία θέλησις, μία ἐνέργεια Πατρός, Υἱοῦ καί ἁγίου Πνεύματος. Οὐκοῦν πρός τοῖς ἄλλοις, ὅταν καί πρόσωπον ἕτερον ἑτέρου τούτων λέγηται, φυσικόν ἐστιν, ἀλλ᾿ οὐχ τοῦ τρόπου τῆς ὑπάρξεως, ἄπαγε. Σύ δέ μή οὕτω πρόσωπον ἕτερον λέγων, ἀλλ᾿ ὑποστατικῶς, οὐκέτ᾿ ἔχεις εἶναι μύστης τῆς Τριάδος. Εἰ γάρ τοῦ Πατρός ἐστιν ὁ Υἱός τό πρόσωπον, ὡς ἐξ αὐτοῦ καί τοῦ Υἱοῦ τό Πνεῦμα, οὐκέτ᾿ ἔσται λοιπόν ὁ Πατήρ πρόσωπον ἕτερον παρά τόν Υἱόν, οὐδέ παρά τό Πνεῦμα ὁ Υἱός. Ὁρᾷς ὡς αἱ μέν τῶν ἁγίων ρήσεις ἔχουσιν εὐσεβῶς τε καί καλῶς, παρά δέ σοῦ ἐκλαμβάνοντα κακῶς καί δυσσεβῶς;

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
