Κύριος Ιησούς Χριστός Lord Jesus Christ

»»»    Άγιος Ιωάννης ο Χρυσόστομος

Άγιος Ιωάννης ο Χρυσόστομος


Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Τῆς φιλαργυρίας τὸ πάθος ἐπιθυμεῖ τὴν πλεονεξίαν·
ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης,
ὅταν εἰς μετάνοιαν δράμῃ.
Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν·
ἀλλὰ ταύτην ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας,
καὶ δείκνυσιν ἡλίου καθαρωτέραν τὴν ψυχὴν,
ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν.
Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ·
Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας,
εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον.
Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς παρανομίας τὴν πλάνην ἀποκηρύξῃ,
καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ,
διὰ τοῦ βαπτίσματος,
τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνοντος.

Εἰς τὴν ἐπίλυσιν τῆς Χαναναίας - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας. 

αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε·
πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν.
Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη.
Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται·
καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος.
Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ παννυχίδες·
ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται·
ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις.
Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται·
ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα.
Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν.
Τίς οὐκ ἂν ἐκπλαγείη;
τίς οὐκ ἂν θαυμάσειεν;
Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελείφθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο.
Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος·
καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα,
οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν.
Λόγος ἐστὶ τοῦ Θεοῦ·
ἀκίνητος ἡ Ἐκκλησία·
Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν·
ὁ πολεμῶν τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει,
ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον.
Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου·
μετὰ δὲ ταῦτα βελτίων ἐφάνη.
Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα,
ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦντο.

Εἰς τὴν Χριστοῦ γέννησιν λόγος - Ἰωάννου τοῦ Χρυσοστόμου

Καλῶς καὶ ὠφελίμως οἱ προλαβόντες ἱερεῖς καὶ τὴν ἡμέραν ἐγκωμιάσαντες, τὸν Δεσπότην τῆς ἡμέρας ἐδόξασαν καὶ ἡμᾶς τοὺς ἀκροατὰς πνευματικῶς ᾠκοδόμησαν.
Ἐχρῆν μὲν ἡμᾶς τοὺς ἀμαθεῖς σιωπᾶν, ἐπειδὴ μάλιστα καὶ ἡ σὰρξ ἀσθενὴς καὶ ἡ γλῶσσα τραυλὴ καὶ ἡ διάνοια ῥᾳθυμοτέρα καθέστηκεν.

Χριστός Γεννάται - Αγίου Ιωάννου του Χρυσοστόμου

Γέννησις Κυρίου ημών Ιησού Χριστού

Χριστουγεννιάτικη ομιλία του αείμνηστου
Γέροντος Ιωσήφ του Βατοπαιδινού

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Μυστήριο παράξενο και παράδοξο αντικρίζω. Βοσκών φωνές φτάνουν στ' αυτιά μου. Δεν παίζουν σήμερα με τις φλογέρες τους κάποιον τυχαίο σκοπό. Τα χείλη τους ψάλλουν ύμνο ουράνιο. Οι άγγελοι υμνολογούν, οι αρχάγγελοι ανυμνούν, ψάλλουν τα Χερουβείμ και δοξολογούν τα Σεραφείμ. Πανηγυρίζουν όλοι, βλέποντας το Θεό στη γη και τον άνθρωπο στους ουρανούς. Σήμερα η Βηθλεέμ μιμήθηκε τον ουρανό:

Αντί γι' αστέρια, δέχτηκε τους αγγέλους•

αντί για ήλιο, δέχτηκε τον Ήλιο της δικαιοσύνης.

Και μη ζητάς να μάθεις το πως.

Γιατί όπου θέλει ο Θεός, ανατρέπονται οι φυσικοί νόμοι.

Εκείνος λοιπόν το θέλησε. Και το έκανε.

Κατέβηκε στη γη κι έσωσε τον άνθρωπο. Όλα συνεργάστηκαν μαζί Του γι' αυτόν το σκοπό.

Σήμερα γεννιέται Αυτός που υπάρχει αιώνια και γίνεται αυτό που ποτέ δεν υπήρξε.

Είναι Θεός και γίνεται άνθρωπος! Γίνεται άνθρωπος και πάλι Θεός μένει!

Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως εἰς τὴν γέννησιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Πολλαὶ μὲν καὶ ἀναρίθμητοι τῶν Χριστιανῶν αἱ θεοφιλεῖς πανηγύρεις·
τί δὲ τῆς παρούσης πανηγυρικώτερον, ὅτι ὁ δεσπότης Χριστὸς ἐγεννήθη καὶ ὁ κόσμος ἀνεγεννήθη;
Ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἀδὰμ ἀνεκλήθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ Εὕα τῆς λύπης ἐλυτρώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ δράκων ἠφανίσθη·

Ὁ θρίαμβος τῆς Ἐκκλησίας - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ὁ θρίαμβος τῆς Ἐκκλησίας

Πρόλογος

Τὸ δῶρο τῆς πίστεως εἶναι ἀνεκτίμητο. Ἀλίμονο σ’ ὅποιον τὸ στερήθηκε. Ἡ ἀνεστιότητα καὶ ἡ ὀρφάνια θὰ ἐπηρεάζουν ἀδιάκοπα τὶς ἐκδηλώσεις του, θὰ τραυματίζουν βαθιὰ τὸν ψυχικό του κόσμο, θὰ τὸν ἀπογυμνώνουν σταδιακὰ ἀπὸ καθετὶ τὸ ἀνώτερο καὶ θὰ τὸν κατεβάζουν στὸ ἐπίπεδo τοῦ ἐξελιγμένου κτήνους, ἐκεῖ ἀκριβῶς ποὺ τοποθετοῦν τὸν ἄνθρωπο μὲ τὴ μυωπία τους οἱ ὑλιστές, γιὰ νὰ πετύχουν ἔτσι τὴν αὐτοδικαίωσή τους.

Ὁ θρίαμβος τῆς Ἐκκλησίας

Ὁ θρίαμβος τῆς Ἐκκλησίας

Πῶς ἀποδεικνύεται ὅτι ὁ Χριστὸς εἶναι Θεός; Στὸ βασικὸ αὐτὸ ἐρώτημα ἂς μὴν προσπαθήσουμε ν’ ἀπαντήσουμε μὲ τὸ ἐπιχείρημα τῆς δημιουργίας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, γιατί ὁ ἄπιστος δὲν θὰ τὸ παραδεχθεῖ. Ἄν τοῦ ποῦμε ὅτι ἀνέστησε νεκρούς, θεράπευσε τυφλούς, ἔδιωξε δαιμόνια, οὔτε τότε θὰ συμφωνήσει. Ἄν τοῦ ποῦμε ὅτι ὑποσχέθηκε ἀνάσταση νεκρῶν, βασιλεία οὐρανῶν καὶ ἀνέκφραστα ἀγαθά, τότε ὄχι μόνο δὲν θὰ συμφωνήσει, ἀλλὰ καὶ θὰ γελάσει.

Πῶς λοιπὸν θὰ τὸν ὁδηγήσουμε στὴν πίστη, καὶ μάλιστα ὅταν δὲν εἶναι πνευματικὰ καλλιεργημένος; Ἀσφαλῶς μὲ τὸ νὰ στηριχθοῦμε σὲ ἀλήθειες, ποὺ καὶ ἐμεῖς καὶ αὐτὸς παραδεχόμαστε χωρὶς καμιὰ ἀντίρρηση καὶ ἀμφιβολία.

Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.


Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.

Εἰς τὸν Υἱὸν τῆς Χήρας

"Καὶ ἐγένετο καθεξῆς, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῒν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὑτοῦ, καὶ αὕτη ἦν χήρα."
Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας μεστά.
Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος.
Ἕνα βότρυν εἶχεν ἡ ἄμπελος, καὶ τοῦτον ἡ ζάλη τοῦ θανάτου συνέτριψε·
μίαν βακτηρίαν ἐκέκτητο, καὶ ταύτην ὁ κοινὸς ἀνείλετο θάνατος.

Εἰς τὸν ρ` ψαλμόν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται·
πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει·
πάλιν τὸ πνευματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται.

Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν - Ἅγιος Ἰωάννης Χρυσόστομος

Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·
καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.
Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει,

Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.

Τί εἴπω, ἢ τί λαλήσω;
ἢ τίνας ὑμᾶς καλέσω;
πρόβατα, ἢ ποιμένας;
ναύτας, ἢ κυβερνήτας;
μαθητὰς, ἢ διδασκάλους;
πῶς ὑμῶν θαυμάσω τὸν ζῆλον τὸν πυρὸς λαβρότερον;
Πρόβατα ὑμᾶς καλέσω, καὶ γάρ ἐστε πραεῖς καὶ ἡσύχιοι.
Ποιμένας ὑμᾶς καλέσω;
καὶ γάρ ἐστε μιμούμενοι τὸν ἑαυτῶν ∆εσπότην.
Ναύτας ὑμᾶς καλέσω;

Νουθεσίαι πνευματικαὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου

Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσασθαι.
Μνήσθητι ὅτι σήμερον ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς,
καὶ τοὺς ἀγγέλους θεάσασθαι,
καὶ παραστῆναι τῷ φοβερῷ βήματι,
καὶ ἐλθεῖν ἐνώπιον τοῦ Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ,
ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ,
καὶ λόγον δοῦναι παντὸς τοῦ βίου σου.

Λόγος εἰς τὸ ἅγιον Πάσχα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος.

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.

αʹ. Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική.
Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε·
πρότερον σύμβολον κατακρίσεως, νυνὶ δὲ ὑπόθεσις σωτηρίας.

Εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

ΕΙΣ ΤΗΝ ΠΡΟ∆ΟΣΙΑΝ ΤΟΥ ΙΟΥ∆Α, Καὶ εἰς τὸ Πάσχα,
καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ.
Ὁμιλία αʹ.

αʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν·
ὀλίγα δὲ ἀνάγκη εἰπεῖν, οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν, ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει, ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι, μήτε ταύτης ἐκπέσωσιν, ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν, ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται, καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.

Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τὴν Ἁγίαν Μεγάλην Τετάρτη

Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος.
Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν, καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα, καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν, καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν, καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν, καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι, καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν, καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν·
ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος, ἀλλ' οὐ πᾶσι.

Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτη

αʹ.  Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστάσεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντασίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ·
εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος·

Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.

Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἧκεν ἡμῖν ἐνιαύσιος ἡμέρα, ἡ πανσέβαστος καὶ φωσφόρος τῶν ἁγίων νηστειῶν ἡ μέση ἑβδομὰς, τὸν τρισόλβιον καὶ ζωοποιὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σταυρὸν προσκομίζουσα, καὶ τοῦτον προτιθεμένη εἰς προσκύνησιν, καὶ τοὺς προσκυνοῦντας αὐτὸν εἰλικρινεῖ καρδίᾳ καὶ ἁγνοῖς χείλεσιν ἁγιάζουσα, καὶ πρὸς τὸν ἑξῆς τοῦ σταδίου τῶν ἁγίων νηστειῶν δρόμον εὐτονωτέρους καὶ ἀκμαιοτέρους δεικνύουσα.

Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.»

αʹ. Ἰδίαν αὐτοῦ πόλιν ἐνταῦθα τὴν Καπερναοὺμ λέγει.
Ἡ μὲν γὰρ ἤνεγκεν αὐτὸν, ἡ Βηθλεέμ·
ἡ δὲ ἔθρεψεν, ἡ Ναζαρέτ·
ἡ δὲ εἶχεν οἰκοῦντα διηνεκῶς, ἡ Καπερναούμ.
Ὁ μέντοι παραλυτικὸς ἕτερος οὗτός ἐστι παρὰ τὸν ἐν τῷ Ἰωάννῃ κείμενον.
Ὁ μὲν γὰρ ἐν τῇ κολυμβήθρᾳ κατέκειτο, οὗτος δὲ ἐν τῇ Καπερναούμ·

Περὶ μετανοίας - Ἁγίου Ἰωάννου Χρυσοστόμου

∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα,
ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.
Ἐτρώθημεν τῇ ἁμαρτίᾳ·
ἰαθῶμεν τῇ μετανοίᾳ·
διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε·
διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν·
ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο·

Περὶ νηστείας

Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον·
ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων·
πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν.
Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν.

Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου

Η παραβολή του άσωτου υιούἈεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)·
μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων.

Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι,
καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα·
ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν.

Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος

Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι.

Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα.
Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι ∆εσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα·
λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.

Περὶ σωτηρίας ψυχῆς

Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε,
ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται,
καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται,
καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται,
καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.

Λόγος εἰς τὸν Ἅγιον Ἰωάννην τὸν Πρόδρομον καὶ Βαπτιστήν - Ἁγίου Ἱωάννου τοῦ Χρυσοστόμου

Οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποικιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλλιφώνοις κλονούμενοι, καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι,
καὶ τὴν ὅρασιν θάλπουσι.
Τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἶγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας.

Εἰς τὰ Ἅγια Θεοφάνια - Ἡ Βάπτισις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

((o)): 

Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας,
καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται·
ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν,
εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος.
Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων·
οὐ γὰρ εὐφραίνει κοιλίαν,
ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει.

Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος.

((o)): 

Μυστήριον ξένον καὶ παράδοξον βλέπω·
ποιμένες μου περιηχοῦσι τὰ ὦτα,
οὐκ ἔρημον συρίζοντες μέλος,
ἀλλ' οὐράνιον ᾄδοντες ὕμνον.
Ἄγγελοι ᾄδουσιν,
ἀρχάγγελοι μέλπουσιν,
ὑμνεῖ τὰ Χερουβὶμ,
δοξολογεῖ τὰ Σεραφὶμ,
πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες,
καὶ ἄνθρωπον ἐν οὐρανοῖς·
τὸν ἄνω κάτω δι' οἰκονομίαν,
καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν.

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.

Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.

Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.

Φύσηξε ὁ ἄνεμος καὶ σκόρπισε τὰ φύλλα...

Ο Ευτρόπιος υπήρξε ύπατος(=ανώτερω αξίωμα), σύγχρονος του Αγίου Ιωάννου του Χρυσοστόμου. Κατόρθωσε να γίνει ο στενότερος σύμβουλος του αυτοκράτορα Θεοδοσίου και μετέπειτα να ανέλθει στο αξίωμα του υπάτου (395). Υπήρξε ιδιαίτερα αντιπαθής στο λαό λόγω της σκληρότητας και της φιλαργυρίας του. Επακολούθησε η καθαίρεσή του από την αυτοκράτειρα Ευδοξία και τον Γότθο αρχηγό των μισθοφορικών στρατευμάτων Γαϊνά. Ο λόγος του Αγίου Ιωάννου προς τον Ευτρόπιο γράφθηκε το 399 μετά την εκτέλεσή του, παρά τις προσπάθειες του Αγίου Ιωάννου για την ακύρωση της θανατικής του ποινής.

Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.

Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.

Περὶ ἐλπίδος

Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύσει τοῦ λογισμοῦ διακριτικόν τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων πρὸς γεωργίαν καὶ ὁδοιπορίαν καὶ τέχνην τινὰ ἐλπίδι τινὶ ἑαυτὸν παραδίδωσιν. Ἅπαντες γὰρ καμάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν.

Προοίμια τῶν Ψαλμῶν - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Μετὰ τὸν Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος.

Εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.

Ἠκούσαμεν, ἀδελφοὶ, ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, ὅτι Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες κατέλιπον ἡμιθανῆ τυγχάνοντα. Ἱερεὺς δὲ καὶ Λευΐτης διερχόμενοι διὰ τῆς ὁδοῦ ἐκείνης, καὶ ἰδόντες αὐτὸν, ἀντιπαρῆλθον.

Η αντιμετώπιση του θανάτου

ΑνάστασιςΠολλά πράγματα θέλουμε να μαθαίνουμε και να κατανοούμε, προπαντός όμως τον καιρό που θα γίνει η συντέλεια του κόσμου.

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

Ο Σπείρων Κύριος Ιησούς ΧριστόςἩ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται.

ΟΜΙΛΙΑ οστʹ Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.

αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον.

Περί αμαρτίας και εξομολογήσεως

51. Όταν λοιπόν διαπράξεις αμαρτία, μην περιμένεις την εκ μέρους άλλου κατηγορία, αλλά πριν να κατηγορηθείς κατηγόρησε εσύ τον εαυτό σου για τις πράξεις σου. Διότι εάν άλλος σε ελέγξει, τότε το κατόρθωμα δεν είναι αποτέλεσμα της δικής σου εξομολογήσεως, αλλά η διόρθωση επέρχεται ως αποτέλεσμα της κατηγορίας εκείνου.



google


Google
OrthodoxFathers

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Navigation

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Κάρτα Πολίτη

Ὄχι στὸν "ἄνθρωπο-ἀριθμό", ἀντικείμενο μηχανικῆς διαχείρισης.
Ναὶ στὴν ἐλευθερία πού μᾶς ἔδωσε ὁ Θεός,
τὴν ἀνθρώπινη ἀξιοπρέπεια καὶ
τὸ δικαίωμα ἐπιλογῆς.
Μὲ φόβο Θεοῦ καὶ τὴν βοήθεια Του:
Δὲν θὰ παραδώσουμε τὴν ἐλευθερία μας
στὰ χέρια ὁποιασδήποτε κοσμικῆς ἐξουσίας.
Θὰ μείνουμε προσηλωμένοι στὴν Ἁγία Ἐκκλησία τοῦ Χριστοῦ.

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

Θάνατος και Απώλεια

Ο Ντοστογιέφσκυ, στους "Αδελφούς Καραμαζώφ", μιλά για την κόλαση. Λέει πως η κόλαση μπορεί να συνοψιστεί σε δύο λέξεις: «πολύ αργά!» Μόνο η μνήμη του θανάτου μας επιτρέπει να ζήσουμε αυτό που δεν θα έπρεπε ποτέ να αντιμετωπίσουμε υπό το βάρος αυτής της φοβερής συνειδητοποίησης: είναι πολύ αργά. Λέξεις ή χειρονομίες που θα μπορούσαν να γεμίσουν μια σχέση δεν μπορούν πλέον να λεχθούν ή να πραγματοποιηθούν. Αυτό δεν σημαίνει ότι δεν μπορεί να γίνει αυτό στο τέλος, αλλά ότι δεν μπορεί να γίνει παρά μόνο μ' έναν άλλο τρόπο, με πολύ πόνο. »»»

Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Περιεχόμενα βιβλίων