»»» Μικρὸς Εὐεργετινός / Ι. Ἀπὸ ποῦ ν᾿ ἀρχίζουμε τὴν ἄσκηση
Ι. Ἀπὸ ποῦ ν᾿ ἀρχίζουμε τὴν ἄσκηση
Ἀπὸ ποῦ ν᾿ ἀρχίζουμε τὴν ἄσκηση; Οἱ ἀρχάριοι ἔχουν ἀνάγκη ἀπὸ ὑπομονὴ καὶ ἐπιμονή, γιατὶ ἡ ἀρετὴ στὴν ἀρχὴ φαίνεται δύσκολη, ὕστερα ὅμως ἀποδεικνύεται εὔκολη.

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
