»»» Δευτέρα Παρουσία
Δευτέρα Παρουσία
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.
Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.
Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι.
Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον.
Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου

Ἡ δευτέρα παρουσία
ΑΓΑΠΗΤΟΙ μου ἀδελφοί, ἀκοῦστε γιὰ τὴ δεύτερη καὶ φοβερὴ παρουσία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.
Ἡ Δευτέρα Παρουσία
Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου

Ο ΟΣΙΟΣ Ἐφραίμ, ποὺ ἡ Ἐκκλησία μας ἑορτάζει στὶς 28 Ἰανουαρίου, εἶναι ὁ μεγαλύτερος Σύρος ἀσκητικὸς πατέρας, θεολόγος καὶ ποιητής.
Γεννήθηκε τὸ 306 καὶ ἀνατράφηκε μέσα σὲ χριστιανικὸ περιβάλλον. Πολὺ νέος, φλεγόμενος ἀπὸ τὴν ἀγάπη πρὸς τὸ Θεό, ἔγινε μοναχός. Γρήγορα ἀναδείχθηκε σὲ μεγάλο διδάσκαλο μοναχῶν καὶ λαϊκῶν.
Συνέθεσε πολυάριθμους καὶ συγκλονιστικοὺς ὕμνους καὶ λόγους. Ἡ διδαχή του ὅλους τοὺς συνάρπαζε καὶ πολλοὺς ἔσωζε. Οἱ κατανυκτικές του ὁμιλίες, ἰδίως γιὰ τὴ μέλλουσα κρίση καὶ τὸν παράδεισο, συνοδεύονταν ἀπὸ ἀκατάπαυστα δάκρυα.
Περὶ σωτηρίας ψυχῆς
Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε,
ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται,
καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται,
καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται,
καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.
Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Προσέλθετε καὶ δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς καὶ μακαρίας ἐκείνης τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς·
δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν βασιλείαν τῶν οὐρανῶν.
Βλέπετε, ἀδελφοί μου,
μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας.
Ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί.
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου, καὶ περὶ συντελείας, καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου,
καὶ περὶ συντελείας,
καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου.

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
Η αντιμετώπιση του θανάτου
Πολλά πράγματα θέλουμε να μαθαίνουμε και να κατανοούμε, προπαντός όμως τον καιρό που θα γίνει η συντέλεια του κόσμου.
Γρηγορείτε ουν και προσεύχεσθε
Ο Κύριος μας έχει προαναγγείλει την θλίψη, που θα προηγηθή της Δευτέρας Παρουσίας. Και έδωκε εντολή στους μαθητές Του να έχουν τα μάτια τους ανοιχτά. Και να προσεύχωνται. Τους είπε: «Βλέπετε. Αγρυπνείτε. Προσεύχεσθε. Ουκ οίδατε γαρ πότε ο καιρός εστιν»[112]. Η προσευχή χρειάζεται πάντοτε. Και είναι πάντοτε στον άνθρωπο ωφέλιμη.
Ομιλία 50
Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. Ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις.
ΟΜΙΛΙΑ οστʹ Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον.


Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; 
