Κύριος Ιησούς Χριστός Lord Jesus Christ

»»»    Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον.

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον.


Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι, ἀλλ' ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐωδίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ' ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυφεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνήτης ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται–οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν–, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.

Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτίζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττιγος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στεφανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγχανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμέ νας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργάζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύλους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χριστὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται. Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· «Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπεστέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας;

«Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλήθειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς <ἰατρείαν> ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένακτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλάτυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον.

«Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.» Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλάλων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα <καὶ> κωφόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ Δαυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖνος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορδάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;» Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον.»

Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· «Τίς εἶ, Κύριε;» Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· «Τίς εἶ, Κύριε;» τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώτης τῆς ἀκτῖνος γεγένημαι. «Τίς εἶ, Κύριε;» Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπιθυμῶ πόθεν τοῦτο τὸ «τῆς δόξης ἀπαύγασμα», τίς ὁ τῆς τοσαύτης «χαρακτὴρ ὑποστάσεως», τίς οὗτος ὁ «φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως». «Τίς εἶ, Κύριε;» Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρεπέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμονεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, Κύριε;» φησίν. Οὐκ ἂν δὲ Κύριον ἐκάλει, εἰ μὴ Θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ Θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.» Σύντομον τῆς πεύσεως τὴν ἀπόκρισιν λαμβάνει· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις», ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ' ἐσχάτων, ὁ τοῦ Δαυὶδ υἱὸς ἀλλ' αὐτὸς πρὸ Δαυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ' αὐτὸς τὸν Ἀδὰμ ἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ' αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστεφάνωσεν, ἐξ Ἰακὼβ ἀλλ' αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηράσεις «τὸ τῆς δόξης ἀπαύγασμα»; Ποία σαγήνη χωρῆσαι τὸν «χαρακτῆρα τῆς ὑποστάσεως» δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ τοῦ «τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος»; «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.» Νυμφαγωγόν σε τῆς ἐμῆς νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιττῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος κάθηται. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀγνοῶν ὅτι πρὸς τὴν ἑαυτοῦ μάχει ζωήν. Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐεργέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι' ὃν ἡ γῆ σοι χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν; Σωτῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτημάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις τὸ χειρόγραφον;»

Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελιστής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν, ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος, ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος. Τίς γὰρ «τρὶς ἐρραβδίσθη» καὶ τέταρτον ηὔχετο; Τίς «πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων», ὡς ἐκεῖνος σεμνύνεται; Τίς «πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον» ἀντὶ νυμφικοῦ λουτροῦ προφέρει τὸ ναυάγιον, «ὁδοιπορίαις πολλάκις» ἀλλὰ πάσας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς «κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις», καὶ τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκκλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

No votes yet


google


Google
OrthodoxFathers

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Navigation

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Κάρτα Πολίτη

Ὄχι στὸν "ἄνθρωπο-ἀριθμό", ἀντικείμενο μηχανικῆς διαχείρισης.
Ναὶ στὴν ἐλευθερία πού μᾶς ἔδωσε ὁ Θεός,
τὴν ἀνθρώπινη ἀξιοπρέπεια καὶ
τὸ δικαίωμα ἐπιλογῆς.
Μὲ φόβο Θεοῦ καὶ τὴν βοήθεια Του:
Δὲν θὰ παραδώσουμε τὴν ἐλευθερία μας
στὰ χέρια ὁποιασδήποτε κοσμικῆς ἐξουσίας.
Θὰ μείνουμε προσηλωμένοι στὴν Ἁγία Ἐκκλησία τοῦ Χριστοῦ.

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

Θάνατος και Απώλεια

Ο Ντοστογιέφσκυ, στους "Αδελφούς Καραμαζώφ", μιλά για την κόλαση. Λέει πως η κόλαση μπορεί να συνοψιστεί σε δύο λέξεις: «πολύ αργά!» Μόνο η μνήμη του θανάτου μας επιτρέπει να ζήσουμε αυτό που δεν θα έπρεπε ποτέ να αντιμετωπίσουμε υπό το βάρος αυτής της φοβερής συνειδητοποίησης: είναι πολύ αργά. Λέξεις ή χειρονομίες που θα μπορούσαν να γεμίσουν μια σχέση δεν μπορούν πλέον να λεχθούν ή να πραγματοποιηθούν. Αυτό δεν σημαίνει ότι δεν μπορεί να γίνει αυτό στο τέλος, αλλά ότι δεν μπορεί να γίνει παρά μόνο μ' έναν άλλο τρόπο, με πολύ πόνο. »»»

Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Περιεχόμενα βιβλίων