Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγος εἰς τὸ ἅγιον Πάσχα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Λόγος εἰς τὸ ἅγιον Πάσχα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος.

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

Εὐλόγησον· πάτερ.
Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος,
ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν.
Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανάτου κεχαλίνωται στόμα,
οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσκαιρον γελῶσι τὸν θάνατον,
μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν.

Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα "ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός" εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, "ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη".

Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος,
ἀλλ' εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος·
ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέτερα, καταλύσει τὰ ἴδια.

Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν.
Καὶ τίς αὐτὸν εἰς τὴν ἀντίστροφον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ
καὶ βλάπτων χαρίζηται;
Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ·
"λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν."
"Λύσατε τὸν ναὸν τοῦτον", οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ' ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα·
αὐτὸς γὰρ πεσὼν ἀναστήσεται,
ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται·
"Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον."
"Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν".
Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ,
ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ'·
Ἐγὼ ἐγερῶ αὐτόν·
ἐγὼ δι' ἐμαυτοῦ αὐθεντῶ οὐ κελευόμενος.

∆ιὰ τί δὲ μὴ παραχρῆμα, ἀλλὰ μετὰ τρεῖς ἡμέρας;
Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας·
Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ.

"Ὥσπεργὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας".

Ἥλιος γὰρ διασκεδάζει γνόφον,
διώκει δὲ νύκτα φωτοφόρος ἡμέρα·
τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκοχίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα.
Πάντα χαρᾶς καὶ φαιδρότητος γέμει.
Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω.

Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμφορά.
Πενθεῖ δὲ ἄρα ὁ διάβολος· ∆ιὰ τί;
Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν,
ὅτι καὶ τὸ καθ' ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμόνων τρόπαιον νικηφόρον.
Σταυρὸς δένδρον ἀειθαλὲς καθ' ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον.

Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέπειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλίψεως λόγχῃ,
ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν.
Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν.
"Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά".
Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν.
Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν.
Τὴν Εὔαν ἐσκέλισεν, παρὰ Μαρίας σκελίζεται.
Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβάσεως,
θρηνήσει τῷ σταυρῷ κολαζόμενος.
Ἐν τῷ παραδείσῳ κεκράτηκεν, ἐν τῷ ᾍδῃ κεκράτηται.
Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν,
ἀλλ' ἐν τῷ ᾍδῃ κρατῶν ἀπεστέρηται.
Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ' ὕστερον,
ὃν κατεῖχεν ἀπώλεσεν.
Χαίρων ἔδραμεν καὶ θρηνῶν ἀνεχώρει.

"Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά."
Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος.
Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία.
Οὗ γὰρ ἐκείνη τὰς ἐντολὰς οὐκ ἐφύλαξεν,
τοῦτον αὕτη γαστρὶ περιέλαβεν·
καὶ ὃν οὐρανὸς οὐκ ἐχώρησεν,
οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου.
Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα.

Φιλανθρώπῳ τοίνυν προσφεύγωμεν ∆εσπότῃ ὑπὲρ τοῦ πεπονθότος δι' ἡμᾶς.
Μὴ φύγωμεν τὰ πάθη·
"Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν."
Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται.
Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν.

Εἰ γὰρ λόγῳ μὲν ἐκήρυξεν, ἔργῳ δὲ μὴ ὑπέδειξεν,
οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες.
Τί οὖν ὁ τῆς ἀναστάσεως ὑπενόησεν κῆρυξ;
Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου,
ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κήρυγμα δέξωνται.

Πρῶτος οὖν ὁ ∆εσπότης "ἐκ νεκρῶν·
Ἀπαρχὴ τῶν κεκοιμημένων" ὁ Χριστός.
Καὶ μηδεὶς ἐκεῖνο λεγέτω·
Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας·
Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν.
Ἐλισσαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος.

Πῶς οὖν· "Ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός;
Τὸ πλέον λέγω·
Αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸ ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν.

Πῶς "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός;
Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάντων τῶν πρὸ αὐτοῦ ἀναστάντων.
Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ ∆εσπότου Χριστοῦ·
ἀλλ' ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ.
Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θανατικὴν ἀπόφασιν γένηται.

Εἰ δὲ "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός,"
οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον,
ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος,
ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν.

Μαρτύρησον ὦ Παῦλε τῷ λεγομένῳ·
"Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει·
θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ,
ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ."

Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος.
∆ιὰ τοῦτο· "ἀπαρχὴ τῶν κεκοιμημένων" Χριστός,
ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις,
ταῦτα πληρώσῃ τοῖς ἔργοις.

Ἂν μὴ γὰρ προϋπάρξῃ θάνατος, οὐκ ἔστιν ἀνάστασις·
ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία.

Χριστὸς δὲ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας,
τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους,
τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν.

Ἐκεῖνο λεγέτω· Εἰ Θεός, πῶς ἐσταυρώθη;
Πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην;
Πῶς ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου;
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα;

Οὐχ ἡ θεότης ἐσταυρώθη,
ἀλλὰ τὸ περιβόλαιον τῆς θεότητος.
Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο.
Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει·
ὁ τὴν βασιλικὴν κατακόψας πορφύραν,
τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει.
Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι·
νῦν δὲ οἱ τῶν Χριστιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι.

Ὁ γὰρ ἀναχρίσας τὸν Χριστὸν ἀνεσταύρωσεν.
"Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα."
Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα.

Πῶς οὖν ὁ χρισθεὶς μέχρι νῦν ὡς ἄχριστος ἀνεχρίσθη;
Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης,
διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος.
∆ιὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος.
∆εῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου.

Ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέγοντες λόγον καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα,
ἵνα κρειττόνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ τὸν λόγον ὑπερβαινόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


 

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα