Κύριος Ιησούς Χριστός Lord Jesus Christ

»»»    Μικρά διαμάντια

Μικρά διαμάντια


Printer-friendly versionSend by email

1. Ἀδελφός ἠρώτησε τὸν ἀββᾶν Μακάριον τὸν μέγαν, λέγων περὶ τελειότητος·
καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν·
ἐὰν μὴ κτήσηται ἄνθρωπος ταπείνωσιν μεγάλην τῇ καρδίᾳ αὐτοῦ καὶ τῷ σώματι·
καὶ μὴ μετρεῖν ἑαυτὸν ἐν τινι πράγματι·
ἀλλὰ μᾶλλον τιθέναι ἑαυτὸν ἐν ταπεινώσει ὑποκάτω τῆς κτίσεως·
καὶ τὸ μὴ κρῖναι ὅλως τινα εἰ μὴ ἑαυτὸν μόνον·
καὶ τὸ ὑποφέρειν ὕβριν·
καὶ τὸ ἀπορρίπτειν ἀπὸ τῆς καρδίας πᾶσαν κακίαν·
καὶ βιάζεσθαι ἑαυτὸν εἶναι μακρόθυμον, χρηστόν, φιλάδελφον, σώφρονα, ἐγκρατῆ·
γέγραπται γάρ·
βιαστῶν ἐστι βασιλεία τῶν οὐρανῶν·
καὶ τὸ ὀρθὰ βλέπειν τοῖς ὀφθαλμοῖς, καὶ τὸ φυλακὴν ἔχειν τῆς γλώσσης, καὶ ἀποστροφὴν πάσης ἀκοῆς ματαίας καὶ ὀλεθρίου·
καὶ τὴν τῶν χειρῶν δικαιοσύνην καὶ τὸ τῆς καρδίας καθαρὸν πρὸς τὸν Θεόν, καὶ τὸ τοῦ σώματος ἄσπιλον·
καὶ τὸ ἔχειν τὴν μνήμην τοῦ θανάτου πρὸ ὀφθαλμῶν καθ᾿ ἡμέραν, καὶ ἀποταγὴν τῆς κατὰ πνεῦμα ὀργῆς καὶ κακίας, καὶ ἀποταγὴν τῆς ὕλης, καὶ τῶν κατὰ σάρκα συγγενῶν ἅμα καὶ ἡδονῶν·
καὶ τὸ ἀδιαλείπτως προσεύχεσθαι·
καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι καὶ παντὶ ἔργῳ παρεδρεύειν Θεῷ·
οὐ δύναται τέλειος εἶναι.

Μακάριος ο Αιγύπτιος

2. Ἀδελφὸς ἠρώτησε γέροντα·
ἀββᾶ, πῶς ποιῶ πάντα τὰ πρέποντα ἐν τῷ κελλίῳ μου, καὶ οὐχ εὑρίσκω παράκλησιν ἀπὸ τοῦ Θεοῦ;
λέγει αὐτῷ γέρων·
τοῦτό σοι συμβαίνει διὰ τὸ συνδιατρίβειν σε ἀπραγοτέρῳ, καὶ βούλεσθαι σε τὸ θέλημά σου προβῆναι. λέγει ὁ ἀδελφὸς γέροντι·
τί οὖν θέλεις ἵνα ποιήσω, πάτερ·
λέγει ὁ γέρων, ἄπελθε, κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Θεόν, καὶ ταπείνωσον σεαυτὸν αὐτῷ, καὶ ἔκδος τὸ θέλημά σου·
καὶ τότε εὑρήσεις παράκλησιν ἀπὸ τοῦ Θεοῦ.

Μακάριος ο Αιγύπτιος

3. Εἶπε γέρων·
ὁ εἰσερχόμενος εἰς μυρεψικόν, κἂν μηδὲν ἀγοράσῃ, ἀλλὰ πάντως μεταλαμβάνει τῆς εὐωδίας·
οὕτω καὶ ὁ παραβάλλων τοῖς πατράσιν, ἐὰν θελήσῃ ἐγάσασθαι, ὑποδεικνύουσιν αὐτῷ τὴν ὁδὸν τῆς ταπεινώσεως·
καὶ τεῖχος αὐτοῦ γίνεται ἐν ταῖς ἐπιδρομαῖς τῶν δαιμόνων.

Μακάριος ο Αιγύπτιος

4. Εἶπε γέρων·
ἐὰν φθάσῃ σοι ἀρρωστία σώματος, μὴ ὀλιγώρει·
ἐὰν γὰρ θέλῃ σε ὁ δεσπότης σου κακοῦσθαι τῷ σώματι, σὺ τίς εἶ ὁ δυσχεραίνων;
οὐκ αὐτός σου φροντίζει ἐν πᾶσι;
μὴ παρὲξ αὐτοῦ ζῇς;
ἀνεξικάκει οὖν καὶ παρακάλει αὐτόν, παρασχεῖν σοι συμφέροντα·
τοῦτο γάρ ἐστι τὸ θέλημα αὐτοῦ·
κάθου μετὰ μακροθυμίας, φάγε ἀγάπην.

Μακάριος ο Αιγύπτιος

5. Εἶπε ὁ γέρων·
φύσει ἐάν ἐστιν ὁ ἄνθρωπος ἀγωνιστής, ἀπαιτεῖ ὁ Θεὸς παρ᾿ αὐτοῦ, ἵνα μὴ ἔχῃ προσπάθειαν ὕλης σωματικῆς ἕως μικρᾶς ῥαφίδος·
δύναται γὰρ ἐμποδίσαι αὐτοῦ τὸν λογισμὸν ἐκ τῆς ἀδολεσχίας καὶ τοῦ πένθους.

Μακάριος ο Αιγύπτιος

6. Εἶπε γέρων·
προσεύχη καὶ λογισμοὶ νήφοντες καὶ σώματος ὑποπιασμός, διὰ πλείονος ἐπιμελείας προσφερόμενα, τὸ κατὰ τῶν παθῶν ἀναδύονται κράτος.

Μακάριος ο Αιγύπτιος

7. Ἠρωτήθη ὁ γέρων·
τί ἐστι ξενιτεία;
καὶ εἶπε·
εἰπὲ οὐκ ἔχω πρᾶγμα·
καὶ τοῦτο ποίει ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι·
καὶ αὕτη ἐστὶ ἡ ἀληθὴς ξενιτεία.

Μακάριος ο Αιγύπτιος

8. Εἶπε ὁ γέρων·
ὅτι βίος ἄνευ λόγου πλεῖον ἐνεργεῖν πέφυκεν ἢ λόγος ἄνευ βίου·
ὁ μὲν γὰρ σιγῶν ὠφελεῖ·
ὁ δὲ καὶ νοῶν ἐνοχλεῖ·
εἰ δὲ καὶ λόγος καὶ βίος συνδραμοῦνται εἰς ἕν, φιλοσοφίας ἁπάσης ἀποτελοῦσιν ἄγαλμα.

Μακάριος ο Αιγύπτιος

9. Εἶπε γέρων·
μὴ σπεύσῃς κεφαλεῦσαι ἀδελφότητα·
ἵνα μὴ ἐπιθήσῃς ἀλλοτρίους φόρτους ἁμαρτημάτων ἐπὶ σῷ τραχήλῳ.

Μακάριος ο Αιγύπτιος

10. Εἶπε ὁ γέρων·
τὸ μετὰ βίας προσεύξασθαι καὶ ὑπομένειν τίκτει τὸ μετὰ χαρᾶς καὶ μετὰ ἀναπαύσεως προσεύξασθαι·
καὶ τὸ μὲν μετὰ βίας, τῆς προαιρέσεως, τὸ δὲ μετὰ ἀναπαύσεως, τῆς χάριτος.

No votes yet




OrthodoxFathers

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Navigation

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Κάρτα Πολίτη

Ὄχι στὸν "ἄνθρωπο-ἀριθμό", ἀντικείμενο μηχανικῆς διαχείρισης.
Ναὶ στὴν ἐλευθερία πού μᾶς ἔδωσε ὁ Θεός,
τὴν ἀνθρώπινη ἀξιοπρέπεια καὶ
τὸ δικαίωμα ἐπιλογῆς.
Μὲ φόβο Θεοῦ καὶ τὴν βοήθεια Του:
Δὲν θὰ παραδώσουμε τὴν ἐλευθερία μας
στὰ χέρια ὁποιασδήποτε κοσμικῆς ἐξουσίας.
Θὰ μείνουμε προσηλωμένοι στὴν Ἁγία Ἐκκλησία τοῦ Χριστοῦ.

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

Θάνατος και Απώλεια

Ο Ντοστογιέφσκυ, στους "Αδελφούς Καραμαζώφ", μιλά για την κόλαση. Λέει πως η κόλαση μπορεί να συνοψιστεί σε δύο λέξεις: «πολύ αργά!» Μόνο η μνήμη του θανάτου μας επιτρέπει να ζήσουμε αυτό που δεν θα έπρεπε ποτέ να αντιμετωπίσουμε υπό το βάρος αυτής της φοβερής συνειδητοποίησης: είναι πολύ αργά. Λέξεις ή χειρονομίες που θα μπορούσαν να γεμίσουν μια σχέση δεν μπορούν πλέον να λεχθούν ή να πραγματοποιηθούν. Αυτό δεν σημαίνει ότι δεν μπορεί να γίνει αυτό στο τέλος, αλλά ότι δεν μπορεί να γίνει παρά μόνο μ' έναν άλλο τρόπο, με πολύ πόνο. »»»

Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Περιεχόμενα βιβλίων