Κύριος Ιησούς Χριστός Lord Jesus Christ

»»»    Περὶ νηστείας. Λόγος εʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Περὶ νηστείας. Λόγος εʹ. - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Printer-friendly versionSend by email

Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν.
Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία,
ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη,
ὡς ἀνάστασιν παρεχομένη παράδοξον,
ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι.

Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον,
νηστεία παραδείσου πύλη,
νηστεία ἁμαρτωλῶν καθάρσιον,
νηστεία παῤῥησία πρὸς Θεὸν,
νηστεία καθαρότης καρδίας,
νηστεία πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κεφάλαιον,
νηστεία ἁγιασμὸς ψυχῆς,
νηστεία ὑγεία σώματος,
νηστεία οἴκου ἀσφάλεια,
νέων παιδαγωγὸς,
νηπίων φύλαξ,
γερόντων σωφρονισμὸς,
γυναικῶν εὐκοσμία καὶ κατάστασις.

Ἀλλ' ὅτε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ καὶ ἐλεημοσύνῃ συμπάρεστι,
τότε πλούσιος κατὰ Θεὸν ὁ τῆς εὐσεβείας ἐργάτης εὑρίσκεται.
Θεῷ γὰρ δανείζει ὁ παρέχων τῷ πένητι.
Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον;
∆ιὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις,
ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων ἔλεγεν·
Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος,
τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.

Τί γὰρ ὄφελος, νηστεύειν στόματι,
καὶ φονεύειν τοῖς ἔργοις;
τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι,
καὶ τῇ πορνείᾳ μιαίνεσθαι;
Κρέας οὐκ ἐσθίεις,
ἀλλὰ κατατρώγεις σάρκας τοῦ ἀδελφοῦ σου.
Ποῖον κέρδος, οἴνῳ μὴ εὐφραίνεσθαι,
καὶ μεθύσκεσθαι χρήμασι;
τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν,
καὶ μεθύειν θυμῷ·
ποῖον κέρδος, νηστείᾳ μαραίνεσθαι,
καὶ λοιδορεῖν τὸν πλησίον;
τίς ἡ ὠφέλεια, ἐγκρατεύεσθαι βρωμάτων,
καὶ ἁρπάζειν τὰ ἀλλότρια;
τίς ἡ ἀνάγκη, τὸ σῶμα ξηραίνειν,
καὶ πεινῶντας μὴ τρέφειν;
τίς ἡ ὠφέλεια, τὰ μέλη συντρίβειν,
καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς;
τίς ὄνησις, ἐν φροντίσι καὶ μερίμναις διάγειν,
καὶ ὀρφανοὺς χειμαζομένους μὴ ῥύεσθαι;

Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις,
ὄνομα μόνον Χριστιανῶν ἐπιφέρεσθαι,
ἔργα δὲ ἀγαθὰ μὴ κεκτημένοις·
οὐ γὰρ ἀξιώματα παρὰ τῷ Θεῷ τιμῶνται,
ἀλλ' ἔργα ζητοῦνται.

Ἐπεὶ καὶ Ἰούδας ἐν τοῖς ἀποστόλοις ὑπῆρχε,
καὶ τῆς ἴσης τιμῆς ἀπήλαυσε μετὰ τῶν ἄλλων·
ἀλλὰ φιλαργυρίαν ἀγαπήσας ἀγχόνην ἐδέξατο·
ὡς καὶ ἄρτι πολλοὶ φοροῦσι προβάτων ἐνδύματα,
ἀλλ' ἔσωθεν λύκοι εἰσὶν ἅρπαγες.

Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργύριον·
τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία.

Νηστεύεις;
Φύγε μοιχείαν,
φύγε πορνείαν,
φύγε καταλαλιὰν,
ψεῦδος,
λοιδορίαν,
ἔχθραν,
βλασφημίαν
καὶ πᾶσαν περιεργίαν.

Νηστεύεις;
Φύγε πλεονεξίαν,
ἁρπαγὴν,
ἔριν
καὶ τὸν ψυχόλεθρον φθόνον.

Νηστεύεις;
Φύγε ὀργὴν,
πορνείαν,
ζῆλον,
ἐπιορκίαν
καὶ πᾶσαν ἀδικίαν.

Νηστεύεις;
Φύγε γαστριμαργίαν τὴν γεννήτειραν πάσης κακίας,
τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ·
γαστριμαργίαν τὴν κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας.

Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς,
καὶ δέχεταί σου τὴν μετάνοιαν.
Μετανοίας γὰρ ὁ παρὼν καιρὸς,
οὐχὶ δὲ ἀνέσεως·
μετάνοια τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ,
τὴν ἀλλοτριωθεῖσαν φίλην τῷ Θεῷ καθίστησι·
μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν διεγείρει,
τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται,
τὴν τετραυματισμένην ὑγιάζει.

∆ράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν.
Καιρὸς γὰρ τοῦ μετανοῆσαι,
οὐχὶ δὲ τοῦ σπαταλᾷν καὶ ἀναπεσεῖν·
καιρὸς θρηνεῖν καὶ δακρύειν,
οὐχὶ δὲ τὸ κινίζειν καὶ μετεωρίζεσθαι·
καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν,
οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας.

Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος,
καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις·
μετάνοια τῶν ἁμαρτημάτων λυτήριον,
τῶν σπιλωμάτων καθαρτήριον·
μετάνοια, σωτηρίας μήτηρ,
διαβόλου σκελισμὸς,
παθῶν ἀφανισμός·
ἡ μετάνοια τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύει,
τὰς ἀπηλπισμένας ψυχὰς διασώζει,
τοὺς ἐσκοτισμένους φωταγωγεῖ,
τοὺς μεμακρυμμένους πρὸς Θεὸν ἐπιστρέφει,
τοὺς πεπλανημένους ἀνακαλεῖται·
μετάνοια πάντων τῶν ἀπεγνωσμένων ψυχαγωγία καὶ παραμύθιον·
μετάνοια πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθενείας ἰατρεῖον καὶ σωτήριον φάρμακον.

Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Νηστεύεις;
Πένητα μὴ παρίδῃς.

Νηστεύεις;
Βλέπε τῆς χήρας τὰ δάκρυα.

Νηστεύεις;
Γυμνὸν περίβαλλε.

Νηστεύεις;
Βλέπε ὀρφανοὺς στενάζοντας.

Νηστεύεις;
Ἐὰν ἔχῃς, ἐλέησον·
εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια.

Νηστεύεις;
Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ,
καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον,
καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν.

Νηστεύεις;
Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσπερ οἱ ὑποκριταὶ,
μὴ σκυθρωπάσῃς, ἀλλ' ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι,
ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς.

Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν,
ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς,
καὶ τὸν μισθὸν ἀπολέσῃς.
Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ.

Νηστεύεις;
∆ιάῤῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον·
συγχώρησον,
ἵνα συγχωρῇ σοι·
τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες,
ἵνα ἀφεθῇς·
ἐλέησον, ἵνα ἐλεηθῇς·
ἄφες τῷ πλησίον τὸ σφάλμα.

Νηστεύεις;
Ἐλέησον ὃν ἠδίκησας,
μὴ φθονήσῃς ποτὲ ἀδελφῷ,
μήτε πάλιν μισήσῃς τινά.

Νηστεύεις;
Μὴ κενοδοξήσῃς.

Νηστεύεις;
Φύγε πορνείαν, τὴν μιαίνουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα·
πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων·
πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός.

Νηστεύεις;
Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν.

Νηστεύεις;
Θρέψον πεινῶντας,
πότισον διψῶντας,
γυμνοὺς ἔνδυσον,
ξένους παραμύθησαι,
ἀσθενοῦντας ἐπίσκεψαι,
τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς,
καταπονουμένους ἐλέησον,
θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι,
γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός·
γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς,
ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται,
καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι.
Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως,
ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη.

Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν,
καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ·
ἵν' ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης·

∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ ἐποτίσατέ με·
ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι.

Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet




OrthodoxFathers

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Navigation

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Κάρτα Πολίτη

Ὄχι στὸν "ἄνθρωπο-ἀριθμό", ἀντικείμενο μηχανικῆς διαχείρισης.
Ναὶ στὴν ἐλευθερία πού μᾶς ἔδωσε ὁ Θεός,
τὴν ἀνθρώπινη ἀξιοπρέπεια καὶ
τὸ δικαίωμα ἐπιλογῆς.
Μὲ φόβο Θεοῦ καὶ τὴν βοήθεια Του:
Δὲν θὰ παραδώσουμε τὴν ἐλευθερία μας
στὰ χέρια ὁποιασδήποτε κοσμικῆς ἐξουσίας.
Θὰ μείνουμε προσηλωμένοι στὴν Ἁγία Ἐκκλησία τοῦ Χριστοῦ.

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

Θάνατος και Απώλεια

Ο Ντοστογιέφσκυ, στους "Αδελφούς Καραμαζώφ", μιλά για την κόλαση. Λέει πως η κόλαση μπορεί να συνοψιστεί σε δύο λέξεις: «πολύ αργά!» Μόνο η μνήμη του θανάτου μας επιτρέπει να ζήσουμε αυτό που δεν θα έπρεπε ποτέ να αντιμετωπίσουμε υπό το βάρος αυτής της φοβερής συνειδητοποίησης: είναι πολύ αργά. Λέξεις ή χειρονομίες που θα μπορούσαν να γεμίσουν μια σχέση δεν μπορούν πλέον να λεχθούν ή να πραγματοποιηθούν. Αυτό δεν σημαίνει ότι δεν μπορεί να γίνει αυτό στο τέλος, αλλά ότι δεν μπορεί να γίνει παρά μόνο μ' έναν άλλο τρόπο, με πολύ πόνο. »»»

Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Περιεχόμενα βιβλίων