Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Βίος καὶ πολιτεία τοῦ Ὁσίου Πατρός ἡμῶν Ἁγίου Ἀντωνίου

Βίος καὶ πολιτεία τοῦ Ὁσίου Πατρός ἡμῶν Ἁγίου Ἀντωνίου


ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ
Ἁγίου Ἀθανασίου

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ' ἀρετὴν ὑμῶν ἀσκήσει.
Καὶ γὰρ καὶ παρ' ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται.
Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομένων ὑμῶν, ὁ Θεὸς τελειώσειεν·
ἐπειδὴ δὲ ἀπῃτήσατε καὶ παρ' ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκήσεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγόμενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε·
μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ' ὑμῶν ἐπίταγμα.
Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν.
Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄνθρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν·
ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος.
Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ' αὐτῶν νομίζετε·
πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο.
Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ' ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς σημανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω·
καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρωτᾷν.
Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἐβουλόμην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μεταπέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνότερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι·
ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω·
ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε, καὶ ὁ γραμματοφόρος ἔσπευδε·
διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ' αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρόνον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα·
πανταχοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκούσας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός.
Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός.
Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γονεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων·
ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προέκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας·
τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ·
καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει·
ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσέχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει.
Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει·
μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει.
Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς·
καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ, ἢ καὶ εἴκοσι γεγονὼς, αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν.
Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐτοῦ, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογίζετο περιπατῶν, πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι·
οἱ δὲ ἐν ταῖς Πράξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ταῦτα δὴ ἐνθυμούμενος, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγινώσκεσθαι, καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ·
Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον πάντα τὰ ὑπάρχοντά σοι, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.
Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην, καὶ ὡς δι' αὐτὸν γενομένου τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυριακοῦ, τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ), ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ' ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ.
Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ, πάντα πωλήσας, καὶ συναγαγὼν ἀργύριον ἱκανὸν, δέδωκε τοῖς πτωχοῖς, τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν.
Ὡς δὲ, πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν, ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνήσητε περὶ τῆς αὔριον, οὐκ ἀνασχόμενος ἔτι μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις.
Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις, δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφεσθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων.
Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια, οὐδ' ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον, ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἦν τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος τὸν μονήρη βίον ἀσκήσας·
τοῦτον ἰδὼν Ἀντώνιος, ἐζήλωσεν ἐν καλῷ·
καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις.
Κἀκεῖθεν εἴ που τινὰ σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον ὡς ἡ σοφὴ μέλισσα·
καὶ οὐ πρότερον εἰς τὸν ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει, καὶ ὥσπερ ἐφόδιόν τι τῆς εἰς ἀρετὴν ὁδοῦ παρ' αὐτοῦ λαβὼν, ἐπανῄει.
Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων μὴ ἐπιστρέφηται, μηδὲ τῶν συγγενῶν μνημονεύῃ·
ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ τὸν τόνον τῆς ἀσκήσεως.
Εἰργάζετο γοῦν ταῖς χερσὶν, ἀκούσας·
Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω·
καὶ τὸ μὲν εἰς τὸν ἄρτον, τὸ δὲ εἰς τοὺς δεομένους ἀνήλισκε.
Προσηύχετο δὲ συνεχῶς, μαθὼν, ὅτι δεῖ κατ' ἰδίαν προσεύχεσθαι ἀδιαλείπτως.
Καὶ γὰρ προσεῖχεν οὕτως τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ' αὐτοῦ πίπτειν χαμαὶ, πάντα δὲ κατέχειν, καὶ λοιπὸν αὐτῷ τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων, ἠγαπᾶτο παρὰ πάντων ὁ Ἀντώνιος·
αὐτὸς δὲ τοῖς σπουδαίοις, πρὸς οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο, καὶ καθ' ἑαυτὸν ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκήσεως κατεμάνθανε·
καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει·
καὶ ἄλλου μὲν τὸ ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει·
καὶ τῷ μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχε·
καὶ τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ χαμευνίαις ἐθαύμαζε·
καὶ τοῦ μὲν τὴν πραότητα, τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο·
πάντων δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο·
καὶ οὕτω πεπληρωμένος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον·
λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυτὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι·
καὶ γὰρ πρὸς τοὺς καθ' ἡλικίαν ἴσους οὐκ ἦν φιλόνεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται·
καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ' αὐτῷ χαίρειν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι, πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ·
καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελφὸν ἠσπάζοντο.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγκεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν.
Ἀλλ' οἷα μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράττειν·
καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτημάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος·
τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος.
Καὶ ὅλως πολὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως.
Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν καταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς·
τότε δὴ τοῖς ἐπ' ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ' ἡμέραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέσθαι τὴν γινομένην ἀμφοτέρων πάλην.
Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀνέτρεπε τούτους·
καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυθριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νηστείαις ἐτείχιζε τὸ σῶμα·
καὶ ὁ μὲν διάβολος ὑπέμενεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ·
ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι' αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογιζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλάνης.
Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς·
ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐνεθυμεῖτο·
καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλαβής.
Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ ἐχθροῦ.
Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο·
καὶ ὁ σαρκὸς καὶ αἵματος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος ἀνετρέπετο.
Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα δι' ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην·
ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν·
Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ' ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλεπεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς·
καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαινεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρωπίνῃ χρώμενος φωνῇ, ἔλεγε·
Πολλοὺς μὲν ἠπάτησα, καὶ πλείστους κατέβαλον·
νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα.
Εἶτα τοῦ Ἀντωνίου πυθομένου·
Τίς εἶ σὺ ὁ τοιαῦτα λαλῶν παρ' ἐμοί;
εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φωνάς·
Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος·
ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα, καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλημαι.
Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα!
Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!
Ἐγώ εἰμι δι' ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας, λέγων·
Πνεύματι πορνείας ἐπλανήθητε·
δι' ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες.
Ἐγώ εἰμι ὁ πολλάκις σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ.
Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ καταθαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν·
Πολὺ τοίνυν εὐκαταφρόνητος τυγχάνεις·
καὶ γὰρ μέλας εἶ τὸν νοῦν, καὶ ὡς παῖς ἀσθενής·
οὐδὲμία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ·
Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
Ταῦτα ἀκούσας ὁ μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς, καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου·
μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέγονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
Ἀλλ' οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ·
οὔτε ὁ ἐχθρὸς, ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν.
Περιήρχετο γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ' αὐτοῦ.
Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάντως δι' ἑτέρας ἐνεδρεῦσαι μεθόδου·
ἔστι γὰρ φιλαμαρτήμων ὁ δαίμων.
Μᾶλλον οὖν καὶ μᾶλλον ὑπεπίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ.
Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Καὶ πολλοὶ μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν·
ἡ γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ·
ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ' ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι·
ἠγρύπνει γὰρ τοσοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον·
καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο.
Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου·
ἦν δ' ὅτε καὶ διὰ δύο, πολλάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε.
Καὶ ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας·
καὶ τὸ ποτὸν ὕδωρ μόνον.
Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν·
ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπουδαίοις ηὑρίσκετό τι τοιοῦτον.
Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο ψιαθίῳ·
τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο.
Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέπειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκησιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα·
ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀποστόλου ῥητόν·
Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.
Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί.
Καὶ ἦν αὐτῷ παράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός·
οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι' αὐ τὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει.
Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου·
ἀλλὰ καθ' ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς·
Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος·
μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος·
Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.
Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον·
ἀλλ' ὡς ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ' ἡμέραν ἐσπούδαζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ.
Ἔλεγε δὲ ἐν ἑαυτῷ, δεῖν τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι' ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου κατ' αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον.
Ἔνθα δὴ μὴ φέρων ὁ ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος, μὴ κατ' ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκήσεως·
προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί·
διεβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πόνους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι.
Θεοῦ δὲ προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ' αὐτὸν), τῇ ἑξῆς παραγίνεται ὁ γνώριμος, κομίζων τοὺς ἄρτους αὐτῷ·
ἀνοίξας τε τὴν θύραν, καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστάσας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν ἐπὶ τῆς γῆς.
Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ.
Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώνιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους, καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστάσαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα.
Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος.
Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς·
ἀνακείμενος δὲ ηὔχετο.
Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ κραυγῆς·
Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος·
οὐ φεύγω τὰς παρ' ὑμῶν πληγάς.
Κἂν γὰρ πλείονας ποιήσητε, οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
Εἶτα καὶ ἔψαλλεν·
Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.
Ὁ μὲν οὖν ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα·
ὁ δὲ μισόκαλος.
ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ διαῤῥηγνύμενος, ἔφη·
Ὁρᾶτε ὅτι οὐ πνεύματι πορνείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον·
ἀλλὰ καὶ θρασύνεται καθ' ἡμῶν·
προσέλθωμεν ἄλλως αὐτῷ.
Εὔκολον δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα.
Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι·
τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμονες, ἔδοξαν δι' αὐτῶν ἐπεισέρχεσθαι, μετασχηματισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν·
καὶ ἦν ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόντων, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπίδων, καὶ σκορπίων, καὶ λύκων.
Καὶ ἕκαστον μὲν τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα.
Ὁ λέων ἔβρυχε, θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν, ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπείχετο·
καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί.
Ὁ δὲ Ἀντώνιος, μαστιζόμενος καὶ κεντούμενος παρ' αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ.
Ἀτρέμας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο·
καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον·
νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν·
Εἰ δύναμίς τις ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν·
ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν·
γνώρισμα τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορφάς.
Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν·
Εἰ δύνασθε καὶ ἐξουσίαν ἐλάβετε κατ' ἐμοῦ, μὴ μέλλετε, ἀλλ' ἐπίβητε·
εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε;
Σφραγὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν Κύριον ἡμῶν πίστις.
Πολλὰ τοίνυν ἐπιχειρήσαντες, ἔτριζον κατ' αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παραγέγονεν.
Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατερχομένην πρὸς αὐτόν.
Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν·
ὁ δὲ πόνος τοῦ σώματος εὐθὺς ἐπέπαυτο, καὶ ὁ οἶκος πάλιν ἦν ὁλόκληρος.
Ὁ δὲ Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον ἀναπνεύσας, κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς φανείσης ὀπτασίας, λέγων·
Ποῦ ἦς;
διὰ τί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς;
Καὶ φωνὴ γέγονε πρὸς αὐτόν·
Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸ σὸν ἀγώνισμα.
Ἐπεὶ οὖν ὑπέμεινας, καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ βοηθὸς, καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέσθαι.
Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο·
καὶ τοσοῦτον ἴσχυσεν, ὡς αἰσθέσθαι αὐτὸν, ὅτι πλείονα δύναμιν ἔσχεν ἐν τῷ σώματι μᾶλλον, ἧς εἶχε τὸ πρότερον.
Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Τῇ δὲ ἑξῆς προελθὼν, ἔτι μᾶλλον προθυμότερος ἦν εἰς τὴν θεοσέβειαν, καὶ γενόμενος πρὸς τὸν γέροντα τὸν παλαιὸν ἐκεῖνον, ἠξίου τὴν ἔρημον οἰκῆσαι σὺν αὐτῷ.
Τοῦ δὲ παραιτησαμένου διά τε τὴν ἡλικίαν, καὶ διὰ τὸ μηδέπω εἶναι τοιαύτην συνήθειαν, εὐθὺς αὐτὸς ὥρμησεν εἰς τὸ ὄρος.
Ἀλλὰ καὶ πάλιν ὁ ἐχθρὸς, βλέπων αὐτοῦ τὴν σπουδὴν καὶ θέλων ἐμποδίσαι ταύτην, ὑπέβαλεν ἐν ταῖς ὁδοῖς ἀργυροῦ δίσκου μεγάλου φαντασίαν.
Ἀντώνιος δὲ, συνεὶς τοῦ μισοκάλου τὴν τέχνην, ἔστη, καὶ τῷ δίσκῳ βλέπων, τὸν ἐν αὐτῷ διάβολον ἤλεγχε λέγων·
Πόθεν ἐν ἐρήμῳ δίσκος;
Οὐκ ἔστιν ἡ ὁδὸς αὕτη τετριμμένη, οὐδέ ἐστιν ἴχνος ὁδευσάντων ὧδέ τινων·
ἐκπεσὼν οὐκ ἠδύνατο λαθεῖν μέγιστος ὤν.
Ἀλλὰ καὶ ὁ ἀπολέσας, ἀναστρέψας καὶ ζητήσας εὗρεν ἂν διὰ τὸ ἔρημον εἶναι τὸν τόπον.
Τοῦτο τέχνη τοῦ διαβόλου γέγονεν.
Οὐκ ἐμποδίσεις ἐν τούτῳ μου τὴν προθυμίαν, διάβολε.
Τοῦτο γὰρ σὺν σοὶ εἴη εἰς ἀπώλειαν.
Καὶ τοῦτο τοῦ Ἀντωνίου λέγοντος, ἐξέλιπεν ἐκεῖνος, ὡσεὶ καπνὸς ἀπὸ προσώπου πυρός.
Εἶτα πάλιν οὐκ ἔτι φαντασίαν, ἀληθινὸν δὲ χρυσὸν ἐῤῥιμμένον ἐν ταῖς ὁδοῖς ἑώρακεν ἀπερχόμενος.
Εἴτε δὲ τοῦ ἐχθροῦ δείξαντος, εἴτε τινὸς κρείττονος δυνάμεως γυμναζούσης τὸν ἀθλητὴν, καὶ δεικνυούσης τῷ διαβόλῳ, ὅτι μηδὲ τῶν ἀληθῶς φροντίζει χρημάτων·
οὔτε αὐτὸς ἀπήγγειλεν, οὔτε ἡμεῖς ἔγνωμεν, πλὴν ὅτι χρυσὸς ἦν ὁ φαινόμενος.
Ὁ δὲ Ἀντώνιος τὸ μὲν πλῆθος ἐθαύμασεν, ὡς δὲ πῦρ ὑπερβὰς, οὕτως αὐτὸν παρῆλθεν ὡς μηδὲ στραφῆναι·
ἀλλὰ καὶ δρόμῳ σπουδάσαι τοσοῦτον, ὥστε κρύψαι καὶ λαθεῖν τὸν τόπον.
Μᾶλλον οὖν καὶ μᾶλλον ἐπιτείνας τὴν πρόθεσιν, ὥρμησεν εἰς τὸ ὄρος.
Καὶ παρεμβολὴν ἔρημον, καὶ διὰ τὸν χρόνον μεστὴν ἑρπετῶν εὑρὼν εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἐκεῖ μετέθηκεν ἑαυτὸν, καὶ ᾤκησεν ἐν αὐτῇ.
Τὰ μὲν οὖν ἑρπετὰ, ὥσπερ τινὸς διώκοντος, εὐθὺς ἀνεχώρησαν·
αὐτὸς δὲ, τὴν εἴσοδον ἀναφράξας, καὶ ἄρτους εἰς μῆνας ἒξ ἀποθέμενος (ποιοῦσι δὲ τοῦτο Θηβαῖοι, καὶ πολλάκις μένουσι καὶ ὅλον ἐνιαυτὸν ἀβλαβεῖς), ἔχων ἔνδον ὕδωρ, ὥσπερ ἐν ἀδύτοις ἐγκαταδυόμενος μόνος ἔμενεν ἔνδον, μήτε αὐτὸς προϊὼν, μήτε τινὰ τῶν ἐρχομένων βλέπων.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Αὐτὸς μὲν οὖν πολὺν χρόνον οὕτω συνῆψεν ἀσκούμενος·
κατ' ἐνιαυτὸν μόνον ἄνωθεν ἀπὸ τοῦ δώματος δεύτερον δεχόμενος τοὺς ἄρτους
Οἱ δὲ πρὸς αὐτὸν ἐρχόμενοι τῶν γνωρίμων, ἐπεὶ μὴ συνεχώρει τούτους εἰσελθεῖν, ἔξω πολλάκις ἡμέρας καὶ νύκτας ποιοῦντες, ἤκουον ὡς ὄχλων ἔνδον θορυβούντων, κτυπούντων, φωνὰς ἀφιέντων οἰκτρὰς, καὶ κραζόντων·
Ἀπόστα τῶν ἡμετέρων·
τί σοὶ καὶ τῇ ἐρήμῳ;
οὐ φέρεις ἡμῶν τὴν ἐπιβουλήν.
Τὴν μὲν οὖν ἀρχὴν εἶναί τινας σὺν αὐτῷ μαχομένους ἀνθρώπους, καὶ τούτους διὰ κλιμάκων εἰσεληλυθέναι πρὸς αὐτὸν ἐνόμιζον οἱ ἔξωθεν·
ὡς δὲ διά τινος τρυμαλιᾶς παρακύψαντες, οὐδένα ἔβλεπον, τότε δὴ λογισάμενοι δαίμονας εἶναι τούτους, καὶ φοβηθέντες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν.
Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε.
Καὶ προσελθὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι·
οὕτω γὰρ ἔλεγε τοὺς δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων.
Ὑμεῖς οὖν σφραγίσατε ἑαυτοὺς, καὶ ἄπιτε θαῤῥοῦντες·
καὶ τούτους ἄφετε παίζειν ἑαυτοῖς.
Οἱ μὲν οὖν ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ.
Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ' αὐτῶν·
ἀλλ' οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος·
ἡ γὰρ προσθήκη τῶν γινομένων αὐτῷ τῶν ἄνω θεωρημάτων, καὶ ἡ τῶν ἐχθρῶν ἀσθένεια, πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυλαν παρείχετο, καὶ εἰς πλείονα προθυμίαν παρεσκεύαζε.
Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώριμοι, νομίζοντες εὑρίσκειν αὐτὸν νεκρὸν, καὶ ἤκουον αὐτοῦ ψάλλοντος·
Ἀναστήτω, ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν·
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ·
καὶ πάλιν·
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν, οὕτω καθ' ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν, οὔτε παρά τινων συνεχῶς βλεπόμενος.
Μετὰ δὲ ταῦτα, πολλῶν ποθούντων καὶ θελόντων αὐτοῦ τὴν ἄσκησιν ζηλῶσαι, ἄλλων τε γνωρίμων ἐλθόντων, καὶ βίᾳ τὴν θύραν καταβαλόντων καὶ ἐξεωσάντων·
προῆλθεν ὁ Ἀντώνιος ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεοφορούμενος·
καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμβολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν.
Ἐκεῖνοι μὲν οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν, ὡς ἀγύμναστον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μάχης δαιμόνων·
τοιοῦτος γὰρ ἦν, οἶον καὶ πρὸ τῆς ἀναχωρήσεως ᾔδεισαν αὐτόν·
τῆς δὲ ψυχῆς πάλιν καθαρὸν τὸ ἦθος·
οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμένον ἦν, οὔτε ὑφ' ἡδονῆς διακεχυμένον, οὔτε ὑπὸ γέλωτος ἢ κατηφείας συνεχόμενον·
οὔτε γὰρ ἑωρακὼς τὸν ὄχλον ἐταράχθη, οὔτε ὡς ὑπὸ τοσούτων κατασπαζόμενος ἐγεγήθει·
ἀλλ' ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ λόγου κυβερνώμενος, καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας ἐθεράπευσεν ὁ Κύριος δι' αὐτοῦ·
καὶ ἄλλους ἀπὸ δαιμόνων ἐκαθάρισε.
Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ·
καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρεμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φιλίαν·
πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προκρίνειν τῆς εἰς Χριστὸν ἀγάπης.
∆ιαλεγόμενος δὲ καὶ παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλανθρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν·
ἔπεισε πολλοὺς αἱρήσασθαι τὸν μονήρη βίον·
καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν.
Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων.
Καὶ μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς.
Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν πόνων.
∆ιαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μοναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ ταχέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστήρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ' αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα·
Τὰς μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς διδασκαλίαν·
ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις.
Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε·
κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι.
Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν·
Ἐχρονίσαμεν ἐν τῇ ἀσκήσει·
ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι καθ' ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν.
Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρούμενος πρὸς τοὺς μέλλοντας αἰῶνας·
ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν.
Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπράσκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει·
ἡ δὲ ἐπαγγελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται.
Γέγραπται γάρ·
Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ πόνος.
Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ' ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν·
καὶ ἐπὶ γῆς ἀγωνισάμενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ' ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας·
πάλιν δὲ φθαρτὸν ἀποθέμενοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό.
Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομίζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν.
Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν.
Μηδὲ εἰς τὸν κόσμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτετάχθαι·
καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν.
Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκατὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασσόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα λαμβάνει.
Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν καταλιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν.
Ἄλλως τε ὀφείλομεν λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι' ἀρετὴν, ἀλλ' ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολλάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλησιαστής.
∆ιὰ τί οὖν μὴ δι' ἀρετὴν ἡμεῖς καταλιμπάνομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν;
∆ιὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω.
Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ' ἑαυτῶν;
τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ' ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιοσύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλοπτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία;
Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων.
Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν·
καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν.
Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέγειν·
Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον·
οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύσεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ' ἡμέραν, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυσιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυνεύσῃ·
οὕτω καὶ ἡμεῖς καθ' ἡμέραν ἐπιμένωμεν τῇ ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ' ἡμῶν.
Οὕτως καὶ ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν·
οὕτως καὶ ὁ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν κάματον.
Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν.
Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται·
Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν.
Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ' ἡμέραν ἀποθνήσκω.
Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ' ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν.
Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ' ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομίζωμεν μὴ ἐγείρεσθαι·
ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ' ἡμέραν παρὰ τῆς Προνοίας.
Οὕτω δὲ διακείμενοι, καὶ καθ' ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυμίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς·
ἀλλ' ὡς καθ' ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν·
ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυπαρᾶς ἡδονῆς, οὐδ' ὅλως κρατήσομεν, ἀλλ' ὡς παρερχομένην ἀποστραφησόμεθα·
ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως.
Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀνίστησιν.
Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν ἐπὶ τὰ ἔμπροσθεν.
Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ·
μάλιστα ὅτι Κύριος εἴρηκεν·
Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ φρονεῖν.
Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς, μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος·
οὐ γὰρ μακρὰν ἀφ' ἡμῶν ἐστιν οὐδ' ἔξωθεν ἡμῶν συνίσταται, ἐν ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν.
Ἕλληνες μὲν οὖν ἀποδημοῦσι, καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν·
ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν.
Φθάσας γὰρ εἶπεν ὁ Κύριος·
Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν·
Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει·
ἐπειδήπερ ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται.
Τῆς γὰρ ψυχῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίσταται.
Κατὰ φύσιν δὲ ἔχει, ὅτ' ἂν ὡς γέγονε μένει, γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν.
∆ιὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ·
Εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν Ἰσραήλ·
ὁ δὲ Ἰωάννης·
Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν.
Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη.
Πάλιν δὲ ὅτ' ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται.
Οὐκοῦν οὐκ ἔστι δυσχερὲς τὸ πρᾶγμα·
ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν·
ἐὰν δὲ λογιζώμεθα τὰ φαῦλα, ὡς κακοὶ κρινόμεθα.
Εἰ μὲν οὖν ἔξωθεν ἦν ποριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν·
εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχήν·
ἵν' αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν αὐτήν.
Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν.
Γέγραπται γὰρ, ὅτι ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται·
ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρτίαν·
ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς·
καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυτῶν τὴν καρδίαν.
Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας·
καὶ πρὸς τούτους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος·
Οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.
Πολὺς μὲν οὖν ἐστιν αὐτῶν ὁ ὄχλος ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν·
πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά.
Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μειζόνων ἢ καθ' ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα·
τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μόνον τὰς καθ' ἡμῶν αὐτῶν πανουργίας·
Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ δαίμονες οὐ καθ' ὃ δαίμονες καλοῦνται, οὕτω γεγόνασιν·
οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός·
ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλινδούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντασίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου·
ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς.
∆ι' ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία·
ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρίσεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ' αὐτούς·
καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα ἕκαστος αὐτῶν ἔχει τὴν σπουδὴν, καὶ πῶς ἕκαστος αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται.
Πολλὰ γὰρ αὐτῶν ἐστι τὰ πανουργεύματα, καὶ τὰ τῆς ἐπιβουλῆς κινήματα.
Ὁ μὲν οὖν μακάριος Ἀπόστολος καὶ οἱ κατ' αὐτὸν ᾔδεισαν τὰ τοιαῦτα λέγοντες·
Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν·
ἡμεῖς δὲ ἀφ' ὧν ἐπειράθημεν παρ' αὐτῶν, ὀφείλομεν ἀλλήλους ὑπ' αὐτῶν διορθοῦσθαι.
Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω.
Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν Χριστιανοὺς, μάλιστα δὲ μοναχοὺς, φιλοπονοῦντας καὶ προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειράζουσιν, ἐχόμενα τρίβου τιθέντες σκάνδαλα·
σκάνδαλα δὲ αὐτῶν εἰσιν οἱ πονηροὶ λογισμοί.
Οὐ δεῖ δὲ ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν·
εὐχαῖς γὰρ καὶ νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν εὐθὺς ἐκεῖνοι.
Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖθις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως.
Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρᾶς ἡδονῆς μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν ἐπιβαίνουσι·
καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι, καὶ μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ, καὶ μεγέθη σωμάτων, καὶ πλῆθος στρατιωτῶν.
Ἀλλ' οὐδὲ οὕτως δεῖ τὰς τούτων φαντασίας δειλιᾷν·
οὐδὲν γάρ εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται·
ἐὰν μάλιστα τῇ πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἑαυτόν τις περιφράττῃ.
Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς.
Ἐὰν γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπιβαίνουσι.
Καὶ προσποιοῦνται μαντεύεσθαι, καὶ προλέγειν τὰ μεθ' ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυτοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας, καὶ πλατεῖς τῷ μεγέθει·
ἵνα οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπάσωσιν.
Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει, καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιούτους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε, λέγων·
Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς εἶδος ἑωσφόρου.
Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός·
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων.
Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες·
φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.
Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμονίων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος, ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ λέγων·
Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν·
ἥγηται δὲ θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον·
ἐλογίσατο ἄβυσσον ὡς περίπατον·
διὰ δὲ τοῦ προφήτου·
Εἶπεν ὁ ἐχθρός·
∆ιώξας καταλήψομαι·
καὶ πάλιν δι' ἑτέρου·
Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.
Καὶ ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι, καὶ ἐπαγγέλλονται ταῦτα, ὅπως ἀπατήσωσι τοὺς θεοσεβοῦντας.
Ἀλλ' ἡμᾶς οὐδ' οὕτως πάλιν χρὴ τοὺς πιστοὺς τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι, καὶ ταῖς φωναῖς αὐτοῦ προσέχειν.
Ψεύδεται γὰρ, καὶ οὐδὲν ὅλως ἀληθὲς λαλεῖ.
Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται τοὺς μυκτῆρας, καὶ ψελλίῳ τετρύπηται τὰ χείλη.
Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον, εἰς τὸ καταπαίζεσθαι παρ' ἡμῶν·
τέθεινται δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ δαίμονες, ὡς σκορπίοι καὶ ὄφεις, εἰς τὸ καταπατεῖσθαι παρ' ἡμῶν τῶν Χριστιανῶν.
Καὶ τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ' αὐτοῦ.
Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλείφειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ' οὐδὲ ἐμὲ λαλοῦντα κατ' αὐτοῦ.
Μὴ τοίνυν προσέχωμεν οἷς ἂν λαλῇ (ψεύδεται γὰρ), μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαντασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας.
Οὐ γὰρ φῶς ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐταῖς·
τοῦ δὲ ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ τὰς εἰκόνας φέρουσι·
καὶ ἐν οἷς κατακαίεσθαι μέλλουσιν, ἐν τούτοις ἐκφοβεῖν τοὺς ἀνθρώπους πειράζουσιν.
Ἀμέλει φαίνονται, καὶ παρ' αὐτὰ πάλιν ἀφανίζονται·
βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες δὲ μεθ' ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός.
Ὅθεν οὐδὲ οὕτως φοβεῖσθαι τούτους προσήκει·
πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Χριστοῦ χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα.
∆όλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μεταβάλλεσθαι καὶ μετασχηματίζεσθαι.
Πολλάκις γοῦν καὶ ψάλλειν μετ' ᾠδῆς προσποιοῦνται μὴ φαινόμενοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν Γραφῶν λέξεων·
ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ ἠχὼ λέγουσιν αὐτοὶ τὰ αὐτὰ πολλάκις ἅπερ ἀνέγνω σται·
καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς προσευχάς·
καὶ τοῦτο συνεχῶς ποιοῦσι, σχεδὸν μὴ ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι.
Ἔστι δὲ ὅτε καὶ ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐλαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχήματι πλανήσωσι, καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι τοὺς ἀπατηθέντας παρ' αὐτῶν.
Ἀλλ' οὐ χρὴ προσέχειν αὐτοῖς, κἂν εἰς προσευχὴν διεγείρωσι, κἂν συμβουλεύωσι μήθ' ὅλως ἐσθίειν, κἂν κατηγορεῖν καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συνέγνωσαν ἡμῖν.
Οὐ γὰρ δι' εὐλάβειαν ἢ ἀλήθειαν ταῦτα ποιοῦσιν, ἀλλ' ἵνα τοὺς ἀκεραίους εἰς ἀπόγνωσιν ἐνέγκωσιν, καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσι, ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου, καὶ ἐμποδίσωσι τοὺς κατ' αὐτῶν πολιτευομένους.
Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ Κυρίου, ἐταλάνιζε τοὺς τοιούτους λέγων·
Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν.
Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνατρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ.
Ὁ δὲ Κύριος αὐτὸς δι' ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς δαίμονας (ἀληθῆ γὰρ ἔλεγον·
Σὺ εἶ ὁ Υἱὸς Θεοῦ) ὅμως ἐφίμου, καὶ λαλεῖν ἐκώλυε, μήποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσι, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ, μηδέποτε τοῖς τοιούτοις προσέχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν·
καὶ γὰρ ἀπρεπὲς, ἔχοντας ἡμᾶς τὰς ἁγίας Γραφὰς, καὶ τὴν παρὰ τοῦ Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου, τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων φρονήσαντος.
∆ιὰ τοῦτο καὶ λαλοῦντα τοῦτον τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων·
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·
Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι, καὶ θορυβοῦσι, καὶ ὑποκρίνονται, καὶ ταράττουσι πρὸς ἀπάτην τῶν ἀκεραίων.
Καὶ κτύπους γοῦν ποιοῦσι, καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν·
ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ θρηνοῦσιν ὡς ἡττηθέντες.
Ὁ μὲν οὖν Κύριος ὡς Θεὸς ἐφίμου τοὺς δαίμονας·
ἡμᾶς δὲ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει κατ' ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι τὴν ἀνδρίαν αὐτῶν.
Καὶ γὰρ κἀκεῖνοι ταῦτα βλέποντες ἔλεγον·
Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν·
καὶ πάλιν·
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων.
Οὐκοῦν καὶ ἡμεῖς μήτε ἀκούωμεν αὐτῶν ὡς ἀλλο τρίων ὄντων ἡμῶν, μήτε ὑπακούωμεν αὐτῶν, κἂν εἰς εὐχὴν ἐγείρωσι, κἂν λαλῶσι περὶ νηστειῶν·
τῇ δὲ προθέσει τῆς ἀσκήσεως ἑαυτῶν μᾶλλον προσέχωμεν, καὶ μὴ παρ' ἐκείνων ἀπατώμεθα πάντα πραττόντων μετὰ δόλου.
Οὐ δεῖ δὲ φοβεῖσθαι αὐτοὺς, κἂν ἐπέρχεσθαι δοκῶσι, κἂν θάνατον ἀπειλῶσιν·
ἀσθενεῖς γάρ εἰσι, καὶ οὐδὲν δύνανται, ἢ μόνον ἀπειλεῖν.
Ἤδη μὲν οὖν περὶ τούτου παρερχόμενος εἴρηκα·
καὶ νῦν δὲ πλατύτερον εἰπεῖν τὰ περὶ αὐτῶν οὐκ ὀκνητέον·
ἀσφαλὴς γὰρ ὑμῖν ἡ ὑπόμνησις ἔσται,
Ἐπιδημήσαντος τοῦ Κυρίου, πέπτωκεν ὁ ἐχθρὸς, καὶ ἠσθένησαν αἱ δυνάμεις αὐτοῦ.
∆ιὰ τοῦτο γοῦν μηδὲν δυνάμενος ὅμως ὡς τύραννος, καὶ πεσὼν οὐκ ἠρεμεῖ, ἀλλὰ κἂν λόγοις μόνον ἀπειλεῖ·
καὶ τοῦτο ἕκαστος ὑμῶν λογιζέσθω, καὶ δύναται καταφρονεῖν τῶν δαιμόνων.
Εἰ μὲν οὖν τοιούτοις σώμασιν ἦσαν ἐνδεθέντες, ὥσπερ ἐσμὲν ἡμεῖς, δυνατὸν ἦν αὐτοῖς λέγειν, ὅτι κρυπτομένους μὲν τοὺς ἀνθρώπους οὐχ εὑρίσκομεν, εὑρόντες δὲ βλάπτομεν.
Ἠδυνάμεθα δὲ καὶ ἡμεῖς κρυπτόμενοι λανθάνειν αὐτοὺς, κλείοντες κατ' αὐτῶν θύρας.
Εἰ δὲ οὐκ εἰσὶν οὕτως, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν δύνανται, καὶ ἐν τῷ παντὶ ἀέρι τυγχάνουσιν αὐτοί τε καὶ ὁ τούτων πρῶτος διάβολος·
εἰσὶ δὲ κακοθελεῖς καὶ πρὸς τὸ βλάπτειν ἕτοιμοι, καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν ὁ τῆς κακίας πατὴρ διάβολος·
ζῶμεν δὲ νῦν ἡμεῖς καὶ μᾶλλον κατ' αὐτοῦ πολιτευόμεθα·
δῆλοί εἰσι μηδὲν ἰσχύοντες.
Οὔτε γὰρ τόπος αὐτοὺς εἰς τὸ ἐπιβουλεύειν κωλύει, οὔτε φίλους ἡμᾶς ὁρῶσιν ἑαυτῶν, ἵνα φείσωνται, οὔτε φιλάγαθοί εἰσιν, ἵνα διορθώσωνται·
ἀλλὰ καὶ μᾶλλόν εἰσι πονηροί·
καὶ οὐδὲν αὐτοῖς ἐστι περισπούδαστον ὡς τὸ βλάπτειν τοὺς φιλαρέτους καὶ θεοσεβοῦντας.
∆ιὰ δὲ τὸ μηδὲν δύνασθαι ποιεῖν, διὰ τοῦτο οὐδὲν ποιοῦσιν, ἢ μόνον ἀπειλοῦσιν·
εἰ γὰρ ἠδύναντο, οὐκ ἂν ἔμελλον, ἀλλ' εὐθὺς ἐνήργουν τὸ κακὸν, ἑτοίμην ἔχοντες εἰς τοῦτο τὴν προαίρεσιν, καὶ μάλιστα καθ' ἡμῶν.
Ἰδοὺ γοῦν νῦν συνελθόντες κατ' αὐτῶν λαλοῦμεν, καὶ ἴσασιν, ὅτι, προκοπτόντων ἡμῶν, ἀσθενοῦσιν αὐτοί.
Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν Χριστιανῶν ἀφῆκαν ζῇν·
βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια.
Ἐπειδὴ δὲ οὐδὲν δύνανται, διὰ τοῦτο μᾶλλον ἑαυτοὺς τιτρώσκουσιν·
ὅτι μηδὲν δύνανται ποιεῖν ὧν ἀπειλοῦσιν.
Ἔπειτα κἀκεῖνο λογίζεσθαι χρὴ, πρὸς τὸ μὴ φοβεῖσθαι τούτους·
εἰ τὸ δυνατὸν ὑπῆρχεν αὐτοῖς, οὐκ ἂν ἤρχοντο μετ' ὄχλου, οὐδὲ φαντασίας ἐποίουν, οὐδὲ μετασχηματιζόμενοι ἐμεθόδευον·
ἀλλ' ἤρκει καὶ μόνον ἐλθεῖν ἕνα, καὶ ποιῆσαι τοῦτο ὅπερ δύναται καὶ βούλεται·
καὶ μάλιστα ὅτι πᾶς ὁ τὴν ἐξουσίαν ἔχων οὐ μετὰ φαντασίας ἀναιρεῖ, οὐδὲ τοῖς ὄχλοις ἐκφοβεῖ, ἀλλ' εὐθὺς ὡς βούλεται τῇ ἐξουσίᾳ καταχρᾶται.
Ἀλλ' οἱ δαίμονες, μηδὲν δυνάμενοι, παίζουσιν ὡς ἐπὶ σκηνῆς, ἀλλάττοντες τὰς μορφὰς, καὶ τοὺς παῖδας ἐκφοβοῦντες, τῇ τῶν ὄχλων φαντασίᾳ καὶ τοῖς σχηματισμοῖς·
ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφείλουσιν εἶναι.
Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχεν ὄχλων, οὐ φαντασίας τῆς ἔξωθεν, οὐ κτύπων, οὐ κρότων·
ἀλλ' ἠρέμα τῇ ἐξουσίᾳ ἐκέχρητο, καὶ ἀνεῖλεν εὐθὺς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
Οἱ δὲ μηδὲν δυνάμενοι δαίμονες, οἷοί εἰσιν οὗτοι, κἂν ταῖς φαντασίαις ἐκφοβεῖν πειράζουσιν.
Ἐὰν δέ τις τὰ τοῦ Ἰὼβ λογίσηται, καὶ εἴπῃ,
∆ιὰ τί οὖν ἐξελθὼν ὁ διάβολος πάντα κατ' αὐτοῦ πεποίηκε;
καὶ τῶν μὲν ὑπαρχόντων αὐτὸν ἐψίλωσε, τὰ δὲ τέκνα ἀνεῖλε, καὶ ἐκεῖνον ἔπαισεν ἕλκει πονηρῷ;
γινωσκέτω πάλιν ὁ τοιοῦτος, ὡς οὐκ ἦν ὁ διάβολος ὁ ἰσχύων, ἀλλ' ὁ Θεὸς ὁ παραδιδοὺς αὐτῷ πρὸς πεῖραν τὸν Ἰώβ·
ἀμέλει μηδὲν δυνάμενος ποιῆσαι, ᾔτησε καὶ λαβὼν πεποίηκεν.
Ὥστε καὶ ἐκ τούτου μᾶλλον καταγνωστέος ἐστὶν ὁ ἐχθρὸς, ὅτι, καίτοι θέλων, οὐδὲ καθ' ἑνὸς ἴσχυσεν ἀνθρώπου δικαίου·
εἰ γὰρ ἴσχυσεν, οὐκ ἂν ᾔτησεν·
αἰτήσας δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον, φαίνεται ἀσθενὴς καὶ μηδὲν δυνάμενος.
Καὶ οὐ θαυμαστὸν εἰ κατὰ τοῦ Ἰὼβ οὐκ ἴσχυσεν, ὅπου γε οὐδὲ κατὰ τῶν κτηνῶν αὐτοῦ ἐγίνετο ὄλεθρος, εἰ μὴ συγχωρήσας ἦν ὁ Θεός·
ἀλλ' οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν·
Παρεκάλουν γὰρ, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὸν Κύριον, λέγοντες·
Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τοὺς χοίρους.
Εἰ δὲ μηδὲ χοίρων ἔχουσιν ἐξουσίαν, πολλῷ μᾶλλον τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων ἀνθρώπων οὐκ ἔχουσι.
Τὸν Θεὸν ἄρα μόνον φοβεῖσθαι δεῖ·
τούτων δὲ καταφρονεῖν, καὶ μηδ' ὅλως αὐτοὺς δεδιέναι.
Ἀλλὰ καὶ μᾶλλον ὅσον ταῦτα ποιοῦσιν, ἐπιτείνωμεν ἡμεῖς τὴν ἄσκησιν κατ' αὐτῶν.
Μέγα γὰρ ὅπλον ἐστὶ κατ' αὐτῶν βίος ὀρθὸς, καὶ ἡ πρὸς Θεὸν πίστις.
Φοβοῦνται γοῦν τῶν ἀσκητῶν τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὰς εὐχὰς, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἀφιλάργυρον, τὸ ἀκενόδοξον, τὴν ταπεινοφροσύνην, τὸ φιλόπτωχον, τὰς ἐλεημοσύνας, τὸ ἀόργητον, καὶ προηγουμένως τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν.
∆ιὰ τοῦτο γὰρ καὶ πάντα ποιοῦσιν, ἵνα μὴ ἔχωσι τοὺς καταπατοῦντας αὐτούς.
Ἴσασι γὰρ τὴν κατ' αὐτῶν δοθεῖσαν χάριν τοῖς πιστοῖς παρὰ τοῦ Σωτῆρος, λέγοντος αὐτοῦ·
Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Ἂν τοίνυν καὶ προλέγειν ὑποκρίνωνται, μὴ προσποιείσθω τις.
Πολλάκις γὰρ πρὸ ἡμερῶν λέγουσι τοὺς μεθ' ἡμέρας ἀπαντῶντας ἀδελφούς·
καὶ ἔρχονται μὲν ἐκεῖνοι.
Ποιοῦσι δὲ τοῦτο οὗτοι, οὐ κηδόμενοι τῶν ἀκουόντων, ἀλλ' ἵνα πιστεύειν αὐτοῖς πείσωσιν αὐτοὺς, καὶ τότε λοιπὸν ὑποχειρίους ἔχοντες, ἀπολέσωσιν·
ὅθεν οὐ δεῖ προσέχειν αὐτοῖς, ἀλλὰ καὶ λέγοντας ἀνατρέπειν χρὴ, ὅτι μὴ χρείαν ἔχομεν ἡμεῖς τούτων.
Τί γὰρ θαυμαστὸν, εἰ λεπτοτέροις χρώμενοι σώμασι μᾶλλον τῶν ἀνθρώπων, καὶ τοὺς ἀρξαμένους ὁδεύειν ἑωρακότες, προλαμβάνουσι τῷ δρόμῳ καὶ ἀπαγγέλλουσι;
τοῦτο καὶ ἵππῳ τις ἐπικαθήμενος προλέγει, προλαμβάνων τοῦ ὁδεύοντος τοῖς ποσίν·
ὥστε οὐδ' ἐν τούτῳ χρὴ θαυμάζειν αὐτούς.
Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν·
ἀλλὰ μόνος ὁ Θεός ἐστιν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν.
Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσι.
Πόσοις νῦν τὰ ἡμῶν, καὶ ὅτι συνήλθομεν, καὶ ὁμιλοῦμεν κατ' αὐτῶν σημαίνουσι, πρὶν παρ' ἡμῶν τις ἀπελθὼν ἀπαγγείλῃ! Τοῦτο δὲ καὶ παῖς τις ταχυδρόμος ποιῆσαι δύναται, προλαβὼν τὸν βραδύναντα.
Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν.
Ἄν τις ἄρξηται περιπατεῖν ἀπὸ τῆς Θηβαΐδος, ἢ ἀπό τινος ἄλλης χώρας, πρὶν μὲν ἄρξηται περιπατεῖν, οὐκ ἴσασιν εἰ περιπατήσει·
περιπατοῦντα δὲ τοῦτον ἑωρακότες, προτρέχουσι, καὶ πρὶν αὐτὸν ἐλθεῖν, ἀπαγγέλλουσι·
καὶ οὕτω συμβαίνει τούτους μεθ' ἡμέρας ἐλθεῖν.
Πολλάκις δὲ τῶν περιπατούντων ὑποστρεφόντων, ἐψεύσαντο αὐτοί.
Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν·
ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομένους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰδότες, ὡς ἐξ ἐκείνων ἡ πλημμύρα τοῦ ποταμοῦ γίνεται, πρὶν ἐλθεῖν εἰς τὴν Αἴγυπτον τὸ ὕδωρ, προτρέχοντες λέγουσι.
Τοῦτο δ' ἂν καὶ οἱ ἄνθρωποι εἰρήκασιν, εἰ τοσοῦτον ἠδύναντο δραμεῖν, ὅσον ἐκεῖνοι.
Καὶ ὥσπερ ὁ σκοπὸς τοῦ ∆αβὶδ, ἀνερχόμενος εἰς ὑψηλὸν, μᾶλλον τοῦ κάτω μένοντος προέβλεπε τὸν ἐρχόμενον·
καὶ αὐτὸς δὲ ὁ προτρέχων ἔλεγε πρὸ τῶν ἄλλων, οὐ τὰ μὴ γενόμενα, ἀλλὰ τὰ ἤδη ὁδεύοντα καὶ γινόμενα·
οὕτω καὶ οὗτοι κάμνειν αἱροῦνται, καὶ σημαίνουσιν ἄλλοις, ἵνα μόνον ἀπατῶσιν·
ἂν μέντοι ἡ Πρόνοια μεταξύ τι βουλεύσηται περὶ τῶν ὑδάτων ἢ τῶν ὁδευόντων (ἔξεστι γὰρ αὐτῇ), ἐψεύσαντο οἱ δαίμονες, καὶ ἠπατήθησαν οἱ προσεσχηκότες αὐτοῖς.
Οὕτω συνέστη τὰ τῶν Ἑλλήνων μαντεῖα, καὶ οὕτως ἐπλανήθησαν παρὰ τῶν δαιμόνων τὸ πρίν·
ἀλλὰ καὶ οὕτω πέπαυται λοιπὸν ἡ πλάνη.
Ἦλθε γὰρ ὁ Κύριος ὁ σὺν αὐτῇ τῇ πανουργίᾳ αὐτῶν καὶ τοὺς δαίμονας καταργήσας.
Οὐδὲν γὰρ γινώσκουσιν ἀφ' ἑαυτῶν·
ἀλλ' ὡς κλέπται, ἃ παρ' ἄλλοις ὁρῶσι, ταῦτα διαβάλλουσι·
καὶ μᾶλλον στοχασταί εἰσιν ἢ προγνῶσται.
∆ιὸ, κἂν ἀληθῆ ποτε τοιαῦτα λέγωσι, μηδ' οὕτως αὐτοὺς θαυμαζέτω τις.
Καὶ γὰρ καὶ ἰατροὶ πεῖραν ἔχοντες τῶν νοσημάτων, ἐπειδὰν θεωρήσωσιν ἐν ἄλλοις τὴν αὐτὴν νόσον, πολλάκις στοχαζόμενοι ἀπὸ τῆς συνηθείας προλέγουσι.
Καὶ κυβερνῆται δὲ καὶ γεωργοὶ πάλιν, ἀπὸ τῆς συνηθείας βλέποντες τὴν τοῦ ἀέρος κατάστασιν, προλέγουσιν ἢ χειμῶνα ἢ εὔδιον ἀέρα ἔσεσθαι·
καὶ οὐ διὰ τοῦτο ἐκ θείας ἐπιπνοίας αὐτοὺς ἄν τις εἴποι προλέγειν, ἀλλ' ἀπὸ τῆς πείρας καὶ τῆς συνηθείας.
Ὅθεν εἰ καὶ οἱ δαίμονες τὰ αὐτά ποτε στοχαζόμενοι λέγουσι, μὴ διὰ τοῦτό τις αὐτοὺς θαυμαζέτω, μηδὲ προσεχέτω τούτοις.
Τί γὰρ χρήσιμον τοῖς ἀκούουσι τὸ εἰδέναι παρὰ τούτων πρὸ ἡμερῶν τὰ ἐρχόμενα;
ἢ ποία σπουδὴ τὰ τοιαῦτα γινώσκειν, κἂν ἀληθῶς γινώσκῃ;
οὐ γὰρ ἀρετῆς ἐστι τοῦτο ποιητικὸν, οὐδὲ ἤθους ἀγαθοῦ πάντως ἐστὶ τοῦτο γνώρισμα.
Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διὰ τί οὐκ οἶδε, καὶ οὐδεὶς μακαρίζεται, ὅτι μεμάθηκε καὶ ἔγνω·
ἀλλ' ἐν τούτοις ἕκαστος ἔχει τὴν κρίσιν, εἰ τὴν πίστιν τετήρηκε, καὶ τὰς ἐντολὰς γνησίως ἐφύλαξεν.
Ὅθεν οὐ δεῖ περὶ πολλοῦ ταῦτα ποιεῖσθαι·
οὐδὲ διὰ ταῦτα ἀσκεῖσθαι καὶ πονεῖν, ἵνα προγινώσκωμεν, ἀλλ' ἵνα Θεῷ καλῶς πολιτευόμενοι ἀρέσωμεν.
Εὔχεσθαί τε χρὴ, οὐχ ἵνα προγινώσκωμεν, οὐδὲ τοῦτον τῆς ἀσκήσεως ἀπαιτεῖν μισθόν·
ἀλλ' ἵνα συνεργὸς ἡμῖν εἰς τὴν κατὰ τοῦ διαβόλου νίκην ὁ Κύριος γένηται.
Εἰ δὲ ἅπαξ καὶ τοῦ προγινώσκειν ἡμῖν μέλει, καθαρεύωμεν τῇ διανοίᾳ.
Ἐγὼ γὰρ πιστεύω, ὅτι καθαρεύουσα ψυχὴ πανταχόθεν, καὶ κατὰ φύσιν ἑστῶσα, δύναται, διορατικὴ γενομένη, πλείονα καὶ μακρότερα βλέπειν τῶν δαιμόνων, ἔχουσα τὸν ἀποκαλύπτοντα Κύριον αὐτῇ·
οἵα ἦν ἡ τοῦ Ἐλισσαίου βλέπουσα τὰ κατὰ τὸν Γιεζῆ, καὶ ὁρῶσα τὰς παρ' αὐτὴν ἑστώσας δυνάμεις.
Ὅταν τοίνυν νυκτὸς ἔρχωνται πρὸς ὑμᾶς, καὶ θέλωσι τὰ μέλλοντα λαλεῖν, ἢ λέγωσιν·
Ἡμεῖς ἐσμεν οἱ ἄγγελοι·
μὴ προσέχετε, ψεύδονται γάρ.
Ἂν δὲ καὶ ἐπαινῶσι τὴν ἄσκησιν ὑμῶν, καὶ μακαρίζωσιν ὑμᾶς·
μήτε ὑπακούετε, μήθ' ὅλως προσποιεῖσθε τούτους·
σφραγίζετε δὲ μᾶλλον ἑαυτοὺς καὶ τὸν οἶκον, καὶ εὔχεσθε·
καὶ ὄψεσθε αὐτοὺς καὶ γινομένους ἀφανεῖς·
δειλοὶ γάρ εἰσι, καὶ πάνυ φοβοῦνται τὸ σημεῖον τοῦ Κυριακοῦ σταυροῦ·
ἐπειδήπερ ἐν αὐτῷ τούτους ἀποδυσάμενος, παρεδειγμάτισεν ὁ Σωτήρ.
Ἐὰν δὲ καὶ ἀναιδέστερον στήκωσιν, ἐξορχούμενοι καὶ ποικιλλόμενοι ταῖς φαντασίαις·
μὴ δειλιάσητε, μηδὲ πτήξητε, μηδὲ ὡς καλοῖς αὐτοῖς προσέχητε·
καὶ γὰρ τὴν τῶν ἀγαθῶν καὶ τῶν φαύλων παρουσίαν εὐχερὲς καὶ δυνατόν ἐστι διαγνῶναι, τοῦ Θεοῦ διδόντος οὕτως.
Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη.
Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν.
Ἡσύχως δὲ καὶ πράως γίνεται οὕτως, ὡς εὐθὺς χαρὰν καὶ ἀγαλλίασιν καὶ θάρσος ἐγγίνεσθαι τῇ ψυχῇ·
ἔστι γὰρ μετ' αὐτῶν ὁ Κύριος, ὅς ἐστιν ἡμῶν μὲν χαρὰ, τοῦ δὲ Θεοῦ Πατρὸς ἡ δύναμις·
οἵ τε λογισμοὶ αὐτῆς ἀτάραχοι καὶ ἀκύμαντοι διαμένουσιν·
ὥστε καταυγαζομένην αὐτὴν ὑπ' αὐτῆς, τοὺς φαινομένους θεωρεῖν.
Καὶ γὰρ πόθος τῶν θείων καὶ τῶν μελλόντων αὐτῇ ἐπεισέρχεται, καὶ θελήσει πάντως συναφθῆναι τούτοις, εἰ ἀπήρχετο μετ' αὐτῶν.
Ἐὰν δὲ καὶ, ὡς ἄνθρωποι, τινὲς φοβηθῶσι τὴν τῶν καλῶν ὀπτασίαν, ἀφαιροῦσιν οἱ φαινόμενοι τὸν φόβον παρ' αὐτὰ τῇ ἀγάπῃ·
ὡς ἐποίησε Γαβριὴλ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἄγγελος ἐν τῷ θείῳ μνημείῳ ταῖς γυναιξὶ, καὶ ὁ τοῖς ποιμέσι λέγων ἐν τῷ Εὐαγγελίῳ·
Μὴ φοβεῖσθε.
Ἔστι γὰρ ὁ φόβος ἐκείνων οὐ κατὰ δειλίαν ψυχῆς, ἀλλὰ κατ' ἐπίγνωσιν τῆς τῶν κρειττόνων παρουσίας.
Τοιαύτη μὲν οὖν ἡ τῶν ἁγίων ὀπτασία.
Ἡ δὲ τῶν φαύλων ἐπιδρομὴ καὶ φαντασία τεταραγμένη, μετὰ κτύπου καὶ ἤχου καὶ κραυγῆς·
οἵα ἂν γένοιτο νεωτέρων ἀπαιδεύτων καὶ λῃστῶν κίνησις.
Ἐξ ὧν εὐθὺς γίνεται δειλία ψυχῆς, τάραχος καὶ ἀταξία λογισμῶν, κατήφεια, μῖσος πρὸς τοὺς ἀσκητὰς, ἀκηδία, λύπη, μνήμη τῶν οἰκείων, καὶ φόβος θανάτου·
καὶ λοιπὸν ἐπιθυμία κακῶν, ὀλιγωρία πρὸς τὴν ἀρετὴν, καὶ τοῦ ἤθους ἀκαταστασία.
Ὅταν τοίνυν θεωρήσαντές τινα φοβηθῆτε, ἐὰν μὲν εὐθὺς ὁ φόβος ἀφαιρεθῇ, καὶ ἀντ' ἐκείνου γένηται χαρὰ ἀνεκλάλητος, καὶ εὐθυμία, καὶ θάρσος καὶ ἀνάκτησις, καὶ τῶν λογισμῶν ἀταραξία, καὶ τὰ ἄλλα ὅσα προεῖπον, ἀνδρία τε καὶ ἀγάπη εἰς τὸν Θεὸν, θαρσεῖτε καὶ εὔχεσθε·
ἡ γὰρ χαρὰ καὶ ἡ κατάστασις τῆς ψυχῆς δείκνυσι τοῦ παρόντος τὴν ἁγιότητα.
Οὕτως Ἀβραὰμ ἰδὼν τὸν Κύριον ἠγαλλιάσατο·
καὶ ὁ Ἰωάννης, γενομένης φωνῆς παρὰ τῆς Θεοτόκου Μαρίας, ἐσκίρτησεν ἐν ἀγαλλιάσει.
Ἐὰν δὲ φανέντων τινῶν ταραχὴ γένηται, καὶ κτύπος ἔξωθεν, καὶ φαντασία κοσμικὴ, καὶ ἀπειλὴ θανάτου, καὶ ὅσα προεῖπον·
γινώσκετε ὅτι φαύλων ἐστὶν ἡ ἔφοδος.
Καὶ γὰρ καὶ τοῦτο γνώρισμα ὑμῖν ἔστω·
ὅτ' ἂν τοίνυν ἐπιμένῃ δειλιῶσα ἡ ψυχὴ, παρουσία τῶν ἐχθρῶν ἐστιν.
Οὐ γὰρ ἀφαιροῦνται τὴν δειλίαν τῶν τοιούτων οἱ δαίμονες, ὥσπερ πεποίηκεν ὁ μέγας ἀρχάγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἐν τῷ μνημείῳ ταῖς γυναιξίν·
ἀλλὰ μᾶλλον ὅταν ἴδωσι δειλιῶντας, αὐξάνουσι τὰς φαντασίας, ἵνα μειζόνως αὐτοὺς καταπτήξωσι·
καὶ λοιπὸν ἐπιβάντες, προσπαίζωσι λέγοντες·
Πεσόντες προσκυνήσατε.
Τοὺς μὲν οὖν Ἕλληνας οὕτως ἠπάτησαν·
οὕτως γὰρ ἐνομίσθησαν παρ' αὐτοῖς ψευδώνυμοι θεοί·
ἡμᾶς δὲ οὐκ ἀφῆκεν ὁ Κύριος ἀπατηθῆναι παρὰ τοῦ διαβόλου, ὁπηνίκα τὰς τοιαύτας αὐτῷ ποιοῦντι φαντασίας ἐπιτιμῶν εἴρηκεν·
Ὕπαγε ὀπίσω μου, Σατανᾶ·
γέγραπται γάρ·
Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Μᾶλλον οὖν καὶ μᾶλλον ὁ πανοῦργος διὰ ταῦτα καταφρονείσθω παρ' ἡμῶν·
ὃ γὰρ εἴρηκεν ὁ Κύριος, τοῦτο ὑπὲρ ἡμῶν πεποίηκεν·
ἵνα καὶ παρ' ἡμῶν ἀκούοντες οἱ δαίμονες τὰς τοιαύτας φωνὰς ἀνα τρέπωνται διὰ τὸν Κύριον, τὸν ἐν ταύταις αὐτοῖς ἐπιτιμήσαντα.
Οὐ δεῖ δὲ ἐπὶ τῷ δαίμονας ἐκβάλλειν καυχᾶσθαι, οὐδ' ἐπὶ ταῖς θεραπείαις ἐπαίρεσθαι·
οὐδὲ τὸν μὲν ἐκβάλλοντα δαιμόνια θαυμάζειν μόνον, τὸν δὲ μὴ ἐκβάλλοντα ἐξουθενεῖν·
ἑκάστου δὲ τὴν ἄσκησιν καταμανθανέτω τις, καὶ ἢ μιμείσθω καὶ ζηλούτω, ἢ διορθούσθω.
Τὸ γὰρ ποιεῖν σημεῖα οὐχ ἡμῶν·
τοῦτο Σωτῆρος ἔργον ἐστί·
τοῖς γοῦν μαθηταῖς ἔλεγε·
Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται·
ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.
Τὸ μὲν γὰρ ἐν οὐρανῷ γεγράφθαι τὰ ὀνόματα, μαρτύριόν ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου·
τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη.
Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμένοις, καὶ λέγουσι·
Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
ἀπεκρίνατο·
Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
Οὐ γὰρ γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀσεβῶν.
Καθόλου δὲ εὔχεσθαι δεῖ, καθὰ προεῖπον, λαμβάνειν χάρισμα διακρίσεως πνευμάτων·
ἵνα, καθὼς γέγραπται, μὴ παντὶ πνεύματι πιστεύωμεν.
Ἐβουλόμην μὲν οὖν σιωπῆσαι, καὶ μηδὲν ἐξ ἐμαυτοῦ λέγειν, ἀρκεῖσθαι δὲ μόνοις τούτοις·
ἵνα δὲ μὴ νομίσητε ταῦτά με λέγειν ἁπλῶς, ἀλλ' ἀπὸ πείρας καὶ ἀληθείας πιστεύσητε ταῦτά με διηγεῖσθαι·
διὰ τοῦτο, κἂν ὡς ἄφρων γένωμαι, ἀλλ' οἶδεν ὁ ἀκούων Κύριος τὸ τοῦ συνειδότος καθαρὸν, καὶ ὅτι οὐ δι' ἐμαυτὸν, τῆς δὲ ὑμῶν ἀγάπης χάριν καὶ προτροπῆς, ἃ εἶδον τῶν δαιμόνων ἐπιτηδεύματα, ταῦτα πάλιν λέγω.
Ποσάκις ἐμακάρισάν με, κἀγὼ κατηρασάμην αὐτοὺς ἐν ὀνόματι Κυρίου.
Ποσάκις προειρήκασι περὶ τοῦ ποταμίου ὕδατος, κἀγὼ πρὸς αὐτοὺς ἔλεγον·
Καὶ ὑμῖν τί περὶ τούτου μέλει;
Ἦλθόν ποτε ἀπειλοῦντες, καὶ ἐκύκλωσάν με ὡς στρατιῶται μετὰ πανοπλίας.
Καὶ ἄλλοτε ἵππων καὶ θηρίων καὶ ἑρπετῶν ἐπλήρωσαν τὸν οἶκον·
κἀγὼ ἔψαλλον·
Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις·
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα·
καὶ ταῖς εὐχαῖς ἀνετράπησαν ἐκεῖνοι παρὰ τοῦ Κυρίου.
Ἦλθόν ποτε ἐν σκοτίᾳ, φωτὸς ἔχοντες φαντασίαν, καὶ ἔλεγον·
Ἤλθομεν φᾶναί σοι, Ἀντώνιε·
ἐγὼ δὲ, καμμύων τοὺς ὀφθαλμοὺς, ηὐχόμην, καὶ εὐθὺς ἐσβέσθη τὸ φῶς τῶν ἀσεβῶν.
Καὶ μετὰ μῆνας ὀλίγους ἦλθον ὡς ψάλλοντες, καὶ λαλοῦντες ἀπὸ τῶν Γραφῶν·
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον.
Ἔσεισάν ποτε τὸ μοναστήριον·
ἐγὼ δὲ ηὐχόμην ἀκίνητος μένων τῷ φρονήματι.
Καὶ μετὰ ταῦτα πάλιν ἐλθόντες ἐκρότουν, ἐσύριττον, ὠρχοῦντο.
Ὡς δὲ ηὐχόμην, καὶ ἀνεκείμην ψάλλων κατ' ἐμαυτόν·
εὐθὺς ἤρξαντο θρηνεῖν καὶ κλαίειν, ὥσπερ ἐξατονήσαντες·
ἐγὼ δὲ ἐδόξαζον τὸν Κύριον, τὸν καθελόντα καὶ παραδειγματίσαντα τὴν τόλμαν καὶ τὴν μανίαν αὐτῶν.
Ἐφάνη ποτὲ δαίμων ὑψηλὸς λίαν μετὰ φαντασίας, καὶ τετόλμηκεν εἰπεῖν·
Ἐγώ εἰμι ἡ δύναμις τοῦ Θεοῦ·
καὶ, Ἐγώ εἰμι ἡ πρόνοια·
τί σοι θέλεις χαρίσωμαι;
Ἐγὼ δὲ τότε μᾶλλον ἐνεφύσησα κατ' αὐτοῦ, τὸν Χριστὸν ὀνομάσας, καὶ τύψαι τοῦτον ἐπεχείρησα·
καὶ ἔδοξα τετυφέναι, καὶ εὐθὺς ὁ τηλικοῦτος σὺν πᾶσι τοῖς ἑαυτοῦ δαίμοσι ἠφανίσθη ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ.
Ἦλθέ ποτε νηστεύοντός μου, καὶ ὡς μοναχὸς ὁ δόλιος, ἔχων ἄρτων φαντασίαν·
καὶ συνεβούλευε λέγων·
Φάγε, καὶ παῦσαι τῶν πολλῶν πόνων·
ἄνθρωπος εἶ καὶ σὺ, καὶ μέλλεις ἀσθενεῖν.
Ἐγὼ δὲ, νοήσας αὐτοῦ τὴν μεθοδείαν, ἀνέστην εὔξασθαι.
Κἀκεῖνος οὐκ ἤνεγκεν·
ἐξέλιπε γὰρ, καὶ διὰ τῆς θύρας ὡς καπνὸς ἐξερχόμενος ἐφάνη.
Ποσάκις ἐν τῇ ἐρήμῳ φαντασίαν ἔδειξε χρυσοῦ, ἵνα μόνον ἅψωμαι, καὶ βλέψω!
ἐγὼ δὲ κατέψαλλον αὐτοῦ, κἀκεῖνος ἐτήκετο.
Πολλάκις ἔκοπτόν με πληγαῖς, κἀγὼ ἔλεγον·
Οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ·
καὶ μᾶλλον αὐτοὶ μετὰ ταῦτα κατέκοπτον ἀλλήλους.
Οὐκ ἐγὼ δὲ ἤμην ὁ παύων ἐκείνους καὶ καταργῶν·
ἀλλ' ὁ Κύριος ἦν, ὁ λέγων·
Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
Ἐγὼ δὲ, τέκνα, μνημονεύων τοῦ ἀποστολικοῦ ῥητοῦ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν, ἵνα μάθητε μὴ ἐκκακεῖν ἐν τῇ ἀσκήσει, μηδὲ φοβεῖσθαι τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ τὰς φαντασίας.
Καὶ ἐπειδὴ γέγονα ἄφρων διηγούμενος, δέξασθε καὶ τοῦτο πρὸς ἀσφάλειαν καὶ ἀφοβίαν·
καὶ πιστεύσατέ μοι·
οὐ ψεύδομαι γάρ.
Ἔκρουσέ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν·
καὶ ἐξελθὼν, εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον.
Εἶτα πυθομένου μου·
Σὺ τίς εἶ;
ἔφη·
Ἐγώ εἰμι ὁ Σα τανᾶς.
Εἶτα λέγοντός μου·
Τί οὖν ἐνταῦθα πάρει;
ἔλεγεν ἐκεῖνος·
Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί;
Τί μοι καταρῶνται καθ' ὥραν;
Ἐμοῦ δὲ εἰπόντος·
Τί γὰρ αὐτοῖς ἐνοχλεῖς;
ἔφη·
Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς, ἀλλ' αὐτοὶ ταράττουσιν ἑαυτούς·
ἐγὼ γὰρ ἀσθενὴς γέγονα.
Οὐκ ἀνέγνωσαν, ὅτι τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες;
οὐκ ἔτι τόπον ἔχω, οὐ βέλος, οὐ πόλιν.
Πανταχοῦ Χριστιανοὶ γεγόνασι·
λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν.
Ἑαυτοὺς τηρείτωσαν, καὶ μὴ μάτην με καταράσθω σαν.
Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν, εἶπον πρὸς αὐτόν·
Ἀεὶ ψεύστης ὢν, καὶ μηδέποτε λέγων ἀλήθειαν, ὅμως τοῦτο νῦν, καὶ μὴ θέλων, εἴρηκας ἀληθές·
ὁ γὰρ Χριστὸς, ἐλθὼν, ἀσθενῆ σε πεποίηκε, καὶ καταβαλὼν ἐγύμνωσεν.
Ἐκεῖνος, ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα, καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν, ἀφανὴς γέγονεν.
Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι, ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ.
Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας·
ἡμεῖς δὲ, μαθόντες αὐτῶν τὴν ἀσθένειαν, καταφρονεῖν αὐτῶν δυνάμεθα.
Τοῦτον οὖν τὸν τρόπον μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ, μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας, μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους, λέγοντες·
Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με·
μὴ ἄρα βαστάξας καταβάλῃ, ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ.
Μηδ' ὅλως ἐνθυμώμεθα τοιαῦτα, μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι·
θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ, ὡς σωζόμενοι·
καὶ λογιζώμεθα τῇ ψυχῇ, ὅτι Κύριος μεθ' ἡμῶν ἐστιν, ὁ τροπώσας καὶ καταργήσας αὐτούς.
Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεὶ, ὅτι, ὄντος τοῦ Κυρίου μεθ' ἡμῶν, οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν.
Ἐλθόντες γὰρ, ὁποίους ἂν εὕρωσιν ἡμᾶς, τοιοῦτοι καὶ αὐτοὶ γίνονται πρὸς ἡμᾶς, καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας, οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν.
Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους, εὐθὺς αὐτοὶ, ὡς λῃσταὶ, τὸν τόπον ἀφύλακτον εὑρόντες, ἐπιβαίνουσι·
καὶ ὅπερ ἀφ' ἑαυτῶν λογιζόμεθα, τοῦτο μετὰ προσθήκης ποιοῦσιν.
Ἐὰν γὰρ βλέπωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας, μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς, καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολάζεται ψυχή·
ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυρίῳ, καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου, καὶ διαλογιζομένους, ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ, καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ, οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος·
βλέποντες ἠσφαλισμένην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς, ἀποστρέφονται κατῃσχυμμένοι.
Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον, ἀνεχώρησεν ἀπ' αὐτοῦ·
τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν, ᾐχμαλώτισεν.
Ὥστε, εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ, λογιζώμεθα ἀεὶ τὰ τοῦ Κυρίου, καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι·
καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια, καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας.
Εἰσὶ γὰρ λίαν αὐτοὶ, καθὰ προεῖπον, δειλοὶ, προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ.
Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ' ἐκείνων ἔχετε παρ' ἑαυτοῖς τὸ τεκμήριον·
Ὅταν τις φαντασία γένηται, μὴ προκατάπιπτε ἐν δειλίᾳ, ἀλλ' ὁποία ἂν ᾖ, θαῤῥῶν ἐρώτα πρῶτον·
Τίς εἶ σὺ, καὶ πόθεν;
Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία, πληροφοροῦσί σε, καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν·
ἐὰν δὲ διαβολική τις ᾖ, εὐθὺς ἐξασθενεῖ, βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν·
ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι·
Τίς εἶ, καὶ πόθεν;
Οὕτως ὁ μὲν τοῦ Ναυῆ, ἐρωτήσας, ἔμαθεν·
ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν ∆ανιήλ.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ταῦτα διαλεγομένου τοῦ Ἀντωνίου, πάντες ἔχαιρον·
καὶ τῶν μὲν ὁ ἔρως τῆς ἀρετῆς ηὔξανε, τῶν δὲ ἡ ὀλιγωρία παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο·
πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χάριν εἰς τὴν διάκρισιν τῶν πνευμάτων.
Ἦν οὖν ἐν τοῖς ὄρεσι τὰ μοναστήρια ὡς σκηναὶ πεπληρωμέναι θείων χορῶν, ψαλλόντων, φιλολογούντων, νηστευόντων, εὐχομένων, ἀγαλλιωμένων ἐπὶ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ ἐργαζομένων εἰς τὸ ποιεῖν ἐλεημοσύνας, ἀγάπην τε καὶ συμφωνίαν ἐχόντων εἰς ἀλλήλους.
Καὶ ἦν ἀληθῶς ἰδεῖν ὥσπερ χώραν τινὰ καθ' ἑαυτὴν οὖσαν θεοσεβείας καὶ δικαιοσύνης.
Οὐκ ἦν γὰρ ἐκεῖ ὁ ἀδικῶν ἢ ὁ ἀδικούμενος, οὐδὲ μέμψις φορολόγου·
ἀλλὰ πλῆθος μὲν ἀσκητῶν, ἓν δὲ τῶν πάντων εἰς ἀρετὴν τὸ φρόνημα·
ὥστε ἰδόντα τινὰ πάλιν τὰ μοναστήρια, καὶ τὴν τοιαύτην τῶν μοναχῶν τάξιν, ἀναφωνῆσαι καὶ εἰπεῖν·
Ὡς καλοί σου οἱ οἶκοι, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ!
ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξεν ὁ Κύριος, καὶ ὡσεὶ κέδροι παρ' ὕδασιν.
Αὐτὸς μέντοι συνήθως καθ' ἑαυτὸν ἀναχωρῶν ἐν τῷ ἑαυτοῦ μοναστηρίῳ, ἐπέτεινε τὴν ἄσκησιν, καθ' ἡμέραν τε ἐστέναζεν, ἐνθυμούμενος τὰς ἐν οὐρανῷ μονὰς, τόν τε πόθον ἔχων εἰς αὐτὰς, καὶ σκοπῶν τὸν ἐφήμερον τῶν ἀνθρώπων βίον.
Καὶ γὰρ μέλλων ἐσθίειν καὶ κοιμᾶσθαι, καὶ ἐπὶ ταῖς ἄλλαις ἀνάγκαις τοῦ σώματος ἔρχεσθαι, ᾐσχύνετο, τὸ τῆς ψυχῆς λογιζόμενος νοερόν.
Πολλάκις γοῦν μετὰ πολλῶν ἄλλων μοναχῶν μέλλων ἐσθίειν, ἀναμνησθεὶς τῆς πνευματικῆς τροφῆς, παρῃτήσατο, καὶ μακρὰν ἀπ' αὐτῶν ἀπῆλθε, νομίζων ἐρυθριᾷν, εἰ βλέποιτο παρ' ἑτέρων ἐσθίων·
ἤσθιε μέντοι καθ' ἑαυτὸν διὰ τὴν τοῦ σώματος ἀνάγκην·
πολλάκις δὲ καὶ μετὰ τῶν ἀδελφῶν·
αἰδούμενος μὲν ἐπὶ τούτοις, παῤῥησιαζόμενος δὲ ἐπὶ τοῖς ὑπὲρ ὠφελείας λόγοις.
Καὶ ἔλεγε χρῆναι τὴν πᾶσαν σχολὴν διδόναι τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι, καὶ συγχωρεῖν μὲν διὰ τὴν ἀνάγκην ὀλίγον καιρὸν τῷ σώματι, τὸ δὲ ὅλον σχολάζειν τῇ ψυχῇ μᾶλλον, καὶ τὴν ταύτης ὠφέλειαν ζητεῖν·
ἵνα μὴ αὕτη καθέλκηται ὑπὸ τῶν ἡδονῶν τοῦ σώματος, ἀλλὰ μᾶλλον τὸ σῶμα παρ' αὐτῆς δουλαγωγῆται·
τοῦτο γὰρ εἶναι τὸ λεγόμενον παρὰ τοῦ Σωτῆρος·
Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ.
Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων ἁπάντων.
Πλὴν ζητεῖτε πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Μετὰ ταῦτα κατέλαβε τὴν Ἐκκλησίαν ὁ κατὰ Μαξιμῖνον τὸ τηνικαῦτα γενόμενος διωγμός·
καὶ τῶν ἁγίων μαρτύρων ἀγομένων εἰς τὴν Ἀλεξάνδρειαν, ἠκολούθησε καὶ αὐτὸς, ἀφεὶς τὸ μοναστήριον, λέγων·
Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀγωνιζώμεθα κληθέντες, ἢ θεωρήσωμεν τοὺς ἀγωνιζομένους.
Καὶ πόθον μὲν εἶχε μαρτυρῆσαι·
παραδοῦναι δὲ μὴ θέλων ἑαυτὸν, ὑπηρέτει τοῖς ὁμολογηταῖς ἔν τε τοῖς μετάλλοις καὶ ἐν ταῖς φυλακαῖς.
Πολλή τε ἦν αὐτῷ σπουδὴ ἐν τῷ δικαστηρίῳ, ἀγωνιζομένους μὲν τοὺς καλουμένους ἐπαλείφειν εἰς προθυμίαν, μαρτυροῦντας δὲ αὐτοὺς ἀπολαμβάνειν καὶ προπέμπειν ἕως τελειωθῶσιν.
Ὁ γοῦν δικαστὴς, βλέπων αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὸ ἄφοβον, καὶ τὴν εἰς τοῦτο σπουδὴν, παρήγγειλε μηδένα τῶν μοναχῶν ἐν τῷ δικαστηρίῳ φαίνεσθαι, μηδὲ ὅλως ἐν τῇ πόλει διατρίβειν.
Οἱ μὲν οὖν ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τὴν ἡμέραν ἐκείνην·
ὁ δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον πλῦναι τὸν ἐπενδύτην, καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ' ὑψηλοῦ στῆναι, καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρόν.
Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων, καὶ τοῦ ἡγεμόνος ὁρῶντος, καὶ μετὰ τῆς τάξεως αὐτοῦ διαβαίνοντος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν Χριστιανῶν τὴν προθυμίαν·
ηὔχετο γὰρ καὶ αὐτὸς μαρτυρῆσαι, καθὰ προεῖπον.
Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν·
ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν ἐκ τῶν Γραφῶν αὐτὸς μεμάθηκε, πολλοῖς διδάσκαλος γένηται.
Καὶ γὰρ καὶ μόνον βλέποντες αὐτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολιτείας αὐτοῦ ἐσπουδάζοντο ζηλωταὶ γενέσθαι.
Πάλιν οὖν ὑπηρέτει συνήθως τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπεδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ ἦν ἐκεῖ καθ' ἡμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις.
Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο·
ἐνήστευε γὰρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε σῶμα διὰ ῥύπον ὕδατι λούσας, μήθ' ὅλως τοὺς πόδας ἀπονίψας, ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἀνασχόμενος ἐμβαλεῖν·
ἀλλ' οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν, οὐδὲ ὅλως τὸ σῶμά τις εἶδε Ἀντωνίου γυμνὸν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο.
Ἀναχωροῦντι τοίνυν αὐτῷ, καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι, μήτε τι νὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιωτῶν, ἐλθὼν, ἐγίνετο δι' ὄχλου τῷ Ἀντωνίῳ·
εἶχε γὰρ ὑπὸ δαίμονος ἐνοχλουμένην τὴν θυγατέρα·
ὡς δὲ ἐπὶ πολὺ διέμενε κόπτων τὴν θύραν καὶ ἀξιῶν ἐλθεῖν αὐτὸν, καὶ εὔξασθαι τῷ Θεῷ διὰ τὴν παῖδα·
ἀνοῖξαι μὲν οὐκ ἠνέσχετο, παρακύψας δὲ ἄνωθεν, εἶπεν·
Ἄνθρωπε, τί μου κατακράζεις;
ἄνθρωπός εἰμι κἀγὼ ὥσπερ καὶ σύ.
Εἰ δὲ πιστεύεις τῷ Χριστῷ, ᾧ λατρεύω, ὕπαγε, καὶ ὡς πιστεύεις εὖξαι τῷ Θεῷ, καὶ γίνεται.
Εὐθὺς οὖν ἐκεῖνος πιστεύσας, καὶ ἐπικαλεσάμενος τὸν Χριστὸν, ἀπῆλθεν, ἔχων τὴν θυγατέρα καθαρισθεῖσαν ἀπὸ τοῦ δαίμονος.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πολλὰ δὲ καὶ ἄλλα δι' αὐτοῦ πεποίηκεν ὁ Κύριος, ὁ λέγων·
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.
Πλεῖστοι γὰρ τῶν πασχόντων, μὴ ἀνοίγοντος αὐτοῦ τὴν θύραν, μόνον ἐκάθευδον ἔξω τοῦ μοναστηρίου, καὶ πιστεύοντες καὶ εὐχόμενοι γνησίως, ἐκαθαρίζοντο.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ὡς δὲ εἶδεν ἑαυτὸν ὀχλούμενον ὑπὸ πολλῶν καὶ μὴ ἀφιέμενον κατὰ γνώμην ἀναχωρεῖν, ὡς βούλεται·
εὐλαβηθεὶς μὴ ἐξ ὧν ὁ Κύριος ποιεῖ δι' αὐτοῦ, ἢ αὐτὸς ἐπαρθῇ, ἢ ἄλλος τις ὑπὲρ ὅ ἐστι λογίσηται περὶ αὐτοῦ, ἐσκέψατο καὶ ὥρμησεν ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα πρὸς τοὺς ἀγνοοῦντας αὐτόν.
Καὶ δὴ παρὰ τῶν ἀδελφῶν δεξάμενος ἄρτους, ἐκάθητο παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, σκοπῶν εἰ ἄρα παρέλθοι πλοῖον, ἵνα ἐμβὰς ἀνέλθῃ μετ' αὐτῶν.
Ταῦτα δὲ αὐτοῦ σκεπτομένου, φωνή τις ἄνωθεν γέγονε πρὸς αὐτόν·
Ἀντώνιε, ποῦ πορεύῃ, καὶ διὰ τί;
Ὁ δὲ μὴ ταραχθεὶς, ἀλλ' ὡς εἰωθὼς καλεῖσθαι πολλάκις οὕτως, ἐπακούσας, ἀπεκρίνατο, λέγων·
Ἐπειδὴ οὐκ ἐπιτρέπουσί μοι ἠρεμεῖν οἱ ὄχλοι, διὰ τοῦτο βούλομαι ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα, διὰ τὰς πολλὰς τῶν ὧδέ μοι γινομένας ἐνοχλήσεις, καὶ μάλιστα διὰ τὸ ἀπαιτεῖσθαί με παρ' αὐτῶν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν.
Ἡ δὲ πρὸς αὐτὸν ἔφη·
Κἂν εἰς τὴν Θηβαΐδα ἀνέλθῃς, κἂν, ὡς ἐνθυμῇ, κατέλθῃς εἰς τὰ βουκόλια, πλείω καὶ διπλασίονα τὸν κάματον ἔχεις ὑπομένειν.
Εἰ δὲ θέλεις ὄντως ἠρεμεῖν, ἄνελθε νῦν εἰς τὴν ἐνδοτέραν ἔρημον.
Τοῦ δὲ Ἀντωνίου λέγοντος·
Καὶ τίς δείξει μοι τὴν ὁδόν;
ἄπειρος γάρ εἰμι ταύτης·
εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην.
Προσελθὼν τοίνυν, καὶ ἐγγίσας αὐτοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν.
Οἱ δὲ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς Προνοίας, προθύμως αὐτὸν ἐδέξαντο·
καὶ ὁδεύσας τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας μετ' αὐτῶν, ἦλθεν εἰς ὄρος ὑψηλὸν λίαν·
καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον, γλυκὺ, καὶ μάλα ψυχρόν.
Πεδιὰς δὲ ἔξωθεν, καὶ φοίνικες ἀμεληθέντες ὀλίγοι.
Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον·
οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λαλήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ.
Τὴν μὲν οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρτους, ἔμενεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος αὐτῷ·
ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς, εἶχε λοιπὸν τὸν τόπον ἐκεῖνον.
Αὐτοί τε οἱ Σαρακηνοὶ, θεωρήσαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες ἐκείνην τὴν ὁδὸν διήρχοντο, καὶ χαίροντες ἔφερον ἄρτους αὐτῷ·
εἶχε δὲ καὶ τὴν ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ εὐτελῆ παραμυθίαν.
Μετὰ δὲ ταῦτα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα, πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ·
ἀλλ' ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλονταί τινες ἐκεῖ, καὶ κάματον ὑπομένουσι·
φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ' ἑαυτὸν, καὶ τῶν εἰσερχομένων τινὰς πρὸς αὐτὸν ἠξίωσε κομίσαι αὐτῷ δίκελλαν, καὶ πέλεκυν, καὶ σῖτον ὀλίγον.
Ὡς δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησε·
καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπειρε.
Καὶ κατ' ἐνιαυτὸν τοῦτο ποιῶν, εἶχεν ἐκεῖθεν τὸν ἄρτον·
χαίρων, ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχληρὸς, καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει.
Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς ἐρχομένους, ἐγεώργησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τι νὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς χαλεπῆς ἐκείνης ὁδοῦ.
Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία προφάσει τοῦ ὕδατος ἐρχόμενα, πολλάκις ἔβλαπτον αὐτοῦ τὸν σπόρον καὶ τὴν γεωργίαν·
αὐτὸς δὲ χαριέντως κρατήσας ἓν τῶν θηρίων, ἔλεγε τοῖς πᾶσι·
∆ιὰ τί με βλάπτετε, μηδὲν ἐμοῦ βλάπτοντος ὑμᾶς;
Ἀπέλθετε, καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου μηκέτι ἐγγίσητε τοῖς ὧδε.
Καὶ ἐξ ἐκείνου λοιπὸν, ὥσπερ φοβηθέντα τὴν παραγγελίαν, οὐκ ἔτι τῷ τόπῳ ἤγγισαν.
Αὐτὸς μὲν οὖν μόνος ἦν εἰς τὸ ἔσω ὄρος, ταῖς εὐχαῖς καὶ τῇ ἀσκήσει σχολάζων·
οἱ δὲ ἀδελφοὶ οἱ διακονοῦντες αὐτῷ, ἠξίωσαν αὐτὸν, ἵνα διὰ μηνῶν εἰσερχόμενοι κομίζωσιν αὐτῷ ἐλαίας καὶ ὄσπριον καὶ ἔλαιον·
γέρων γὰρ λοιπὸν ἦν.
Ἐκεῖ τοίνυν ἀναστρεφόμενος, ὅσας ὑπέμεινε πάλας, κατὰ τὸ γεγραμμένον, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἀντικειμένους δαίμονας, ἐκ τῶν εἰσερχομένων πρὸς αὐτὸν ἔγνωμεν.
Καὶ γὰρ κἀκεῖ θορύβων, καὶ φωνῶν πολλῶν, καὶ κτύπων, ὡς ὅπλων ἤκουον·
τότε ὄρος νυκτὸς πλῆρες θηρίων γενόμενον ἔβλεπον·
ἐθεώρουν δὲ καὶ αὐτὸν ὡς πρὸς βλεπομένους μαχόμενον, καὶ εὐχόμενον κατ' αὐτῶν.
Καὶ τοὺς μὲν ἐρχομένους πρὸς αὐτὸν παρεθάῤῥυνεν, αὐτὸς δὲ ἠγωνίζετο κάμπτων τὰ γόνατα καὶ προσευχόμενος τῷ Κυρίῳ.
Καὶ ἦν ἀληθῶς θαύματος ἄξιον, ὅτι, μόνος ἐν τοιαύτῃ ἐρήμῳ ὢν, οὔτε δαιμόνων ἐφισταμένων ἐπτοεῖτο, οὔτε, τοσούτων ὄντων ἐκεῖ θηρίων τετραπόδων καὶ ἑρπετῶν, ἐφοβεῖτο τούτων τὴν ἀγριότητα·
ἀλλ' ἀληθῶς, κατὰ τὸ γεγραμμένον, πεποιθὼς ἦν ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, ἀσάλευτον ἔχων καὶ ἀκύμαντον τὸν νοῦν·
ὥστε μᾶλλον τοὺς δαίμονας φεύγειν, καὶ τὰ θηρία τὰ ἄγρια, ὡς γέγραπται, εἰρηνεύειν πρὸς αὐτόν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ὁ μὲν οὖν διάβολος, ὡς ψάλλει ∆αβὶδ, παρετηρεῖτο τὸν Ἀντώνιον, καὶ ἔτριζε κατ' αὐτοῦ τοὺς ὀδόντας·
ὁ δὲ Ἀντώνιος παρεκαλεῖτο παρὰ τοῦ Σωτῆρος, ἀβλαβὴς διαμένων ἀπὸ τῆς ἐκείνου πανουργίας καὶ τῆς ποικίλης μεθοδείας.
Ἀγρυπνοῦντι τοίνυν αὐτῷ νυκτὸς ἐπαφῆκε θηρία·
καὶ σχεδὸν ἐν ἐκείνῃ τῇ ἐρήμῳ πᾶσαι αἱ ὕαιναι, ἐξελθοῦσαι τῶν φωλεῶν, περιεκύκλωσαν, καὶ μέσος ἦν αὐτός·
χαινούσης δὲ, καὶ δάκνειν ἑκάστης ἀπειλούσης, συνεὶς τὴν τοῦ ἐχθροῦ τέχνην, εἶπε πάσαις αὐταῖς·
Εἰ μὲν ἐξουσίαν ἐλάβετε κατ' ἐμοῦ, ἕτοιμός εἰμι βρωθῆναι παρ' ὑμῶν·
εἰ δὲ παρὰ δαιμόνων ὑπεβλήθητε, μὴ μέλλετε, ἀλλ' ἀναχωρεῖτε·
Χριστοῦ γὰρ δοῦλός εἰμι.
Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἶτα μεθ' ἡμέρας ὀλίγας, ὡς εἰργάζετο (ἔμελε γὰρ αὐτῷ καὶ κοπιᾷν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου·
σπυρίδας γὰρ ἔῤῥαπτε, καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐτῷ ἐδίδου.
Ἀναστὰς δὲ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοικὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας ὁμοίους ἔχον ὄνῳ.
Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε, καὶ εἶπε·
Χριστοῦ δοῦλός εἰμι·
εἰ ἀπεστάλης κατ' ἐμοῦ, ἰδοὺ πάρειμι.
Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν.
Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶμα τῶν δαιμόνων ἦν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου, καὶ οὐκ ἴσχυσαν.
Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελθεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐτούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι·
κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ.
Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ.
Λείψαντος τοίνυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφοδροτάτου, πάντες ἔμελλον κινδυνεύειν.
Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περιπατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν.
Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπηθεὶς καὶ στενάξας, ὀλίγον ἀπ' αὐτῶν ἀπελθὼν, καὶ κλίνας τὰ γόνατα, καὶ τὰς χεῖρας ἐκτείνας, προσηύχετο·
καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ ἐξελθεῖν, ἔνθα προσευχόμενος εἱστήκει·
καὶ οὕτως πιόντες οἱ πάντες, ἀνέπνευσαν·
καὶ τοὺς ἀσκοὺς πλήσαντες, ἐζήτησαν τὴν κάμηλον, καὶ εὗρον·
συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειληθῆναι, καὶ οὕτω κατασχεθῆναι.
Ἀγαγόντες τοίνυν καὶ ποτίσαντες, ἐπέθηκαν ἐπ' αὐτὴν τοὺς ἀσκοὺς καὶ διώδευσαν ἀβλαβεῖς.
Ὡς δὲ ἦλθεν εἰς τὰ ἔξω μοναστήρια, πάντες ὡς πατέρα βλέποντες κατησπάζοντο.
Καὶ αὐτὸς δὲ, ὥσπερ ἐφόδια φέρων ἀπὸ τοῦ ὄρους, ἐξένιζεν αὐτοὺς τοῖς λόγοις, καὶ μετεδίδου τῆς ὠφελίας.
Πάλιν τε ἦν χαρὰ ἐν τοῖς ὄρεσι, καὶ ζῆλος προκοπῆς, καὶ παράκλησις διὰ τῆς ἐν ἀλλήλοις πίστεως.
Ἔχαιρεν οὖν καὶ αὐτὸς, βλέπων τήν τε τῶν μοναχῶν προθυμίαν, καὶ τὴν ἀδελφὴν γηράσασαν ἐν παρθενίᾳ, καθηγουμένην τε καὶ αὐτὴν ἄλλων παρθένων.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Μεθ' ἡμέρας τοίνυν εἰσῆλθε πάλιν εἰς τὸ ὄρος·
καὶ τότε λοιπὸν πολλοὶ πρὸς αὐτὸν εἰσήρχοντο·
καὶ ἄλλοι πάσχοντες ἐτόλμησαν εἰσελθεῖν·
Πρὸς μὲν οὖν πάντας τοὺς εἰσερχομένους πρὸς αὐτὸν μοναχοὺς, τοῦτο συνεχῶς εἶχε τὸ παράγγελμα, πιστεύειν εἰς τὸν Κύριον, καὶ ἀγαπᾷν αὐτὸν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ σαρκικῶν ἡδονῶν, καὶ, ὡς ἐν ταῖς Παροιμίαις γέγραπται, μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας·
φεύγειν τε κενοδοξίαν, καὶ εὔχεσθαι συνεχῶς, ψάλλειν τε πρὸ ὕπνου καὶ μεθ' ὕπνον, καὶ ἀποστηθίζειν τὰ ἐν ταῖς Γραφαῖς παραγγέλματα, καὶ μνημονεύειν τῶν πράξεων τῶν ἁγίων, πρὸς τὸ τῷ ζήλῳ τούτων ῥυθμίζεσθαι τὴν ψυχὴν ὑπομιμνησκομένην ἐκ τῶν ἐντολῶν.
Μάλιστα δὲ συνεβούλευε τὸ τοῦ Ἀποστόλου ῥητὸν συνεχῶς μελετᾷν·
Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν·
καὶ τοῦτο κοινῶς περὶ πάσης ἐντολῆς εἰρῆσθαι νομίζειν, ἵνα μὴ ἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ·
καλὸν γὰρ καὶ ἀναγκαῖον, μήτε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας, ἢ ὅλως ἐνθυμήσεως, καταγινώσκειν ἡμῶν.
Ἵν' οὖν τοῦτο ἡμῖν περισώζηται, καλὸν ἀκοῦσαι τοῦ Ἀποστόλου καὶ φυλάξαι·
φησὶ γάρ· Ἑαυτοὺς ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμάζετε.
Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυκτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω·
καὶ, εἰ μὲν ἥμαρτε, παυέσθω·
εἰ δὲ μὴ ἥμαρτε, μὴ καυχάσθω·
ἀλλ' ἐπιμενέτω τῷ καλῷ, καὶ μὴ ἀμελείτω, μηδὲ κατακρινέτω τὸν πλησίον, μηδὲ δικαιούτω ἑαυτὸν, ὡς εἶπεν ὁ μακάριος ἀπόστολος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευνῶν.
Πολλάκις γὰρ καὶ ἑαυτοὺς, ἐν οἷς πράττομεν, λανθάνομεν·
καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα.
Αὐτῷ οὖν τὸ κρῖμα διδόντες, ἀλλήλοις συμπάσχωμεν, καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦμεν, ἀναπληροῦν σπουδάζωμεν.
Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις·
Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν·
καὶ θαῤῥεῖτε, ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν, καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον.
Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι;
ἢ τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων;
Ὥσπερ οὖν βλέποντες ἀλλήλους, οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλλήλοις τοὺς λογισμοὺς γράφωμεν, μᾶλλον τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνωσθῆναι.
Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν·
ἵνα, ἐρυθριῶντες γράφειν ὡς τὸ βλέπεσθαι, μήθ' ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα·
οὕτω δὲ τυποῦντες ἑαυτοὺς, δυνησόμεθα δουλαγωγεῖν τὸ σῶμα, καὶ ἀρέσκειν μὲν τῷ Κυρίῳ, πατεῖν δὲ τὰς τοῦ ἐχθροῦ μεθοδείας.
Ταῦτα μὲν τοῖς ἀπαντῶσι παρήγγελλε·
τοῖς δὲ πάσχουσι συνέπασχε καὶ συνηύχετο·
πολλάκις τε καὶ ἐν πολλοῖς ὁ Κύριος ἐπήκουεν αὐτοῦ·
καὶ οὔτε ἐπακουόμενος ἐκαυχᾶτο, οὔτε μὴ ἐπακουόμενος ἐγόγγυζεν·
ἀλλ' ἀεὶ μὲν αὐτὸς ηὐχαρίστει τῷ Κυρίῳ, τοὺς δὲ πάσχοντας παρεκάλει μακροθυμεῖν, καὶ εἰδέναι, ὅτι οὔτε αὐτοῦ, οὔθ' ὅλως ἀνθρώπων ἐστὶν ἡ θεραπεία, ἀλλὰ μόνον τοῦ Θεοῦ τοῦ ποιοῦντος, ὅτε θέλει, καὶ οἷς βούλεται.
Οἱ οὖν πάσχοντες ὡς θεραπείαν ἐδέχοντο καὶ τοὺς λόγους τοῦ γέροντος, μανθάνοντες καὶ αὐτοὶ μὴ ὀλιγωρεῖν, μακροθυμεῖν δὲ μᾶλλον·
καὶ οἱ θεραπευόμενοι δὲ ἐδιδάσκοντο μὴ τῷ Ἀντωνίῳ εὐχαριστεῖν, ἀλλὰ τῷ Θεῷ μόνῳ.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἷς γοῦν Φρόντων καλούμενος, ἀπὸ Παλατίου τυγχάνων, καὶ πάθος ἔχων δεινὸν, τήν τε γὰρ γλῶτταν ἑαυτοῦ κατήσθιε, καὶ τοὺς ὀφθαλμοὺς ἔμελλε βλάπτεσθαι, εἰσελθὼν εἰς τὸ ὄρος, ἠξίου τὸν Ἀντώνιον εὔξεσθαι περὶ αὐτοῦ.
Ὁ δὲ εὐξάμενος, ἔλεγε τῷ Φρόντωνι·
Ἄπελθε, καὶ θεραπεύῃ.
Τοῦ δὲ βιασαμένου, καὶ μείναντος ἔνδον ἡμέρας, ἐπέμενε λέγων ὁ Ἀντώνιος·
Οὐ δυνήσῃ μένων ὧδε θεραπευθῆναι.
Ἔξελθε, καὶ φθάσας εἰς τὴν Αἴγυπτον, ὄψει τὸ γινόμενον εἰς σὲ σημεῖον.
Πιστεύσας ἐκεῖνος ἐξῆλθε·
καὶ ὡς μόνον εἶδε τὴν Αἴγυπτον, πέπαυτο τοῦ πάθους, καὶ γέγονεν ὑγιὴς ὁ ἄνθρωπος κατὰ τὸν λόγον Ἀντωνίου, ὃν εὐξάμενος ἔμαθε παρὰ τοῦ Σωτῆρος.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Παρθένος δέ τις ἀπὸ Βουσίρεως τῆς Τριπόλεως πάθος εἶχε δεινὸν καὶ λίαν αἰσχρόν.
Τά τε γὰρ δάκρυα αὐτῆς, καὶ αἱ μύξαι, καὶ τὰ ἐκ τῶν ὤτων ὑγρὰ πίπτοντα χαμαὶ, σκώληκες εὐθὺς ἐγίνοντο·
ἦν δὲ καὶ τὸ σῶμα παραλελυμένη, καὶ τοὺς ὀφθαλμοὺς εἶχεν οὐ κατὰ φύσιν.
Ταύτης οἱ γονεῖς μαθόντες ἀπερχομένους πρὸς τὸν Ἀντώνιον μοναχοὺς, πιστεύσαντες τῷ Κυρίῳ τῷ τὴν αἱμοῤῥοοῦσαν θεραπεύσαντι, ἠξίωσαν μετὰ τῆς θυγατρὸς συνοδεῦσαι τούτοις.
Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ·
οἱ δὲ εἰσῆλθον, καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν αὐτοὺς αὐτὸς, καὶ διηγήσατο τό τε πάθος τῆς παιδὸς, καὶ πῶς συνώδευσεν αὐτοῖς.
Εἶτα τούτων ἀξιούντων ἐπιτραπῆναι κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ·
Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην.
Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄνθρωπον ἔλθῃ·
ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπικαλουμένοις αὐτόν.
Κἀκείνῃ τοίνυν ἐπένευσεν ὁ Κύριος εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρωπία, ὅτι τὸ πάθος ἐκεῖ οὔσης τῆς παιδὸς θεραπεύσει.
Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γονεῖς χαίροντας, καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἰσερχομένων δὲ δύο ἀδελφῶν τινων, καὶ λείψαντος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτερος ἔμελλε·
μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν.
Ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μοναχοὺς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε λέγων·
Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ' Αἴγυπτον ὁδόν·
δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε.
Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται.
Ἐλθόντες τοίνυν οἱ μοναχοὶ, εὗρον τὸν μὲν κείμενον νεκρὸν, καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν γέροντα·
ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός.
Ἐὰν δὲ ζητήσῃ τις, διὰ τί μὴ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν·
οὐκ ὀρθῶς ζητεῖ τοῦτο λέγων.
Οὐ γὰρ ἦν Ἀντωνίου τὸ τοῦ θανάτου κρῖμα, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ περὶ ἐκείνου κρίναντος, καὶ περὶ τούτου ἀποκαλύψαντος.
Μόνον δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν, ὅτι ἐν τῷ ὄρει καθήμενος, εἶχε τὴν μὲν καρδίαν νήφουσαν, τὸν δὲ Κύριον δεικνύοντα αὐτῷ τὰ μακράν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Καὶ γάρ ποτε πάλιν, καθήμενος ἐν τῷ ὄρει καὶ ἀναβλέψας, εἶδεν ἐν τῷ ἀέρι ἀναγόμενόν τινα, πολλήν τε τῶν ἀπαντώντων γινομένην τὴν χαράν.
Εἶτα θαυμάζων καὶ μακαρίζων τὸν τοιοῦτον χορὸν, ηὔχετο μαθεῖν, τί ἂν εἴη τοῦτο.
Καὶ εὐθὺς ἦλθεν αὐτῷ φωνὴ, ταύτην εἶναι τοῦ Ἀμοῦν τὴν ψυχὴν, τοῦ ἐν τῇ Νιτρίᾳ μοναχοῦ.
Ἦν δὲ οὗτος ἕως γήρως ἀσκητὴς διαμείνας.
Καὶ τὸ διάστημα δὲ τὸ ἀπὸ Νιτρίας ἕως τοῦ ὄρους, ἔνθα ἦν ὁ Ἀντώνιος, ἡμερῶν ἐστι δεκατριῶν.
Οἱ τοίνυν ὄντες μετὰ Ἀντωνίου, βλέποντες τὸν γέροντα θαυμάζοντα, ἠξίωσαν μαθεῖν·
καὶ ἤκουσαν, ὅτι ἄρτι τετελεύτηκεν ὁ Ἀμοῦν.
Ἦν γὰρ γνώριμος, διὰ τὸ πυκνότερον αὐτὸν ἐκεῖ παραγίνεσθαι, καὶ πολλὰ καὶ δι' αὐτοῦ σημεῖα γεγενῆσθαι·
ἐξ ὧν ἔν ἐστι τοῦτο·
Ποτὲ χρείας γενομένης παρελθεῖν αὐτὸν τὸν ποταμὸν τὸν λεγόμενον Λύκον (ἦν δὲ τότε πλημμύρα τῶν ὑδάτων), ἠξίωσε τὸν σὺν αὐτῷ Θεόδωρον μακρὰν ἀπ' αὐτοῦ γενέσθαι, ἵνα μὴ ἀλλήλους ἴδωσι γυμνοὺς, ἐν τῷ διανήχεσθαι τὸ ὕδωρ.
Εἶτα ἀπελθόντος τοῦ Θεοδώρου, ᾐσχύνετο πάλιν καὶ ἑαυτὸν ἰδεῖν γυμνόν.
Ἕως τοίνυν ᾐσχύνετο, καὶ ἐφρόντιζεν, ἐξαίφνης ἀπηνέχθη εἰς τὸ πέραν.
Ὁ οὖν Θεόδωρος, καὶ αὐτὸς ἀνὴρ εὐλαβὴς, ἐγγίσας καὶ ἑωρακὼς αὐτὸν προλαβόντα, καὶ μήθ' ὅλως ὕδατι βραχέντα, ἠξίου μαθεῖν τὸν τρόπον τοῦ περάματος.
Ὡς δὲ ἑώρα μὴ θέλοντα εἰπεῖν αὐτὸν, διισχυρίζετο, κατέχων αὐτοῦ τοὺς πόδας, μὴ πρότερον ἐξαφεῖναι, πρὶν ἂν μάθῃ παρ' αὐτοῦ.
Βλέπων τοιγαροῦν ὁ Ἀμοῦν τὸ φιλόνεικον τοῦ Θεοδώρου, μάλιστα καὶ διὰ τὸν λόγον, ὃν εἶπεν, ἀπῄτησε καὶ αὐτὸς μηδενὶ λέγειν αὐτὸν ἕως θανάτου αὐτοῦ·
καὶ οὕτως ἀπήγγειλε, βεβαστάχθαι καὶ τεθεῖσθαι αὐτὸν εἰς τὸ πέραν·
μήτε δὲ περιπεπατηκέναι εἰς τὸ ὕδωρ, μήθ' ὅλως εἶναι τοῦτο δυνατὸν ἀνθρώποις, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, καὶ οἷς ἂν αὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πεποίηκεν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο·
οἱ δὲ μοναχοὶ, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώσαντο τὴν ἡμέραν·
καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέρων αὐτοῦ.
Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστήματος ἡμερῶν δεκατριῶν γενόμενον παρ' αὐτὰ μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην.
Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον ἠξίωσεν αὐτὸν περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ Χριστοφόρου παρθένου.
Ἔπασχε γὰρ ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι.
Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο·
ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή·
καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν, εὗρεν ὑγιῆ τὴν παρθένον.
Πυνθανόμενος δὲ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψε·
καὶ μαθὼν, ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν·
καὶ πάντες ἐθαύμασαν ἐπιγνόντες, ὅτι τότε πέπαυκεν ὁ Κύριος αὐτὴν τῶν πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρακαλῶν τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλάκις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνὸς, καὶ τὴν αἰτίαν, δι' ἣν ἤρχοντο·
οἱ μὲν γὰρ ἕνεκα τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι' ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων.
Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ·
ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας.
Τοιαῦτα δὲ λέγων καὶ βλέπων, ἠξίου μηδένα θαυμάζειν αὐτὸν ἐν τούτῳ·
ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ δύναμιν γινώσκειν αὐτόν.
Κατελθὼν δέ ποτε πάλιν εἰς τὰ ἔξω μοναστήρια, καὶ ἀξιωθεὶς εἰς πλοῖον εἰσελθεῖν, καὶ εὔξασθαι μετὰ μοναχῶν, μόνος αὐτὸς ἀντελάβετο δεινῆς δυσωδίας καὶ πάνυ πικρᾶς.
Τῶν δὲ ἐν τῷ πλοίῳ λεγόντων, ἰχθὺν εἶναι καὶ τάριχον ἐν τῷ πλοίῳ, καὶ τούτων εἶναι τὴν ὀσμὴν, αὐτὸς ἄλλην ἔλεγεν εἶναι τὴν δυσωδίαν·
ἔτι δὲ αὐτοῦ λέγοντος, νεώτερός τις ἔχων δαίμονα, ὃς προεισελθὼν ἐκρύπτετο ἐν τῷ πλοίῳ, εὐθὺς ἀνέκραξεν.
Ἐπιτιμηθεὶς δὲ ὁ δαίμων ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξῆλθε·
καὶ ὁ μὲν ἄνθρωπος γέγονεν ὑγιής·
πάντες δὲ ἔγνωσαν, ὅτι τοῦ δαίμονος ἦν ἡ δυσωδία.
Καὶ ἄλλος δέ τις τῶν ἐπιφανῶν ἦλθεν ἔχων δαίμονα πρὸς αὐτόν.
Ἦν δὲ ὁ δαίμων ἐκεῖνος οὕτω δεινὸς, ὡς τὸν ἐνεργούμενον μὴ γινώσκειν, εἰ πρὸς Ἀντώνιον ᾔει·
ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ τὰ περιττὰ κατήσθιεν.
Οἱ μὲν οὖν ἀγαγόντες αὐτὸν, παρεκάλουν τὸν Ἀντώνιον εὔξασθαι ὑπὲρ αὐτοῦ·
ὁ δὲ Ἀντώνιος συμπαθὼν τῷ νεανίσκῳ, ηὔχετο·
καὶ τὴν νύκτα πᾶσαν συνηγρύπνησεν αὐτῷ.
Καὶ ὁ μὲν νεανίσκος, ἐξαίφνης ἐπελθὼν τῷ Ἀντωνίῳ περὶ τὴν ἕω, ὤθησεν αὐτόν·
τῶν δὲ σὺν ἐκείνῳ ἐλθόντων ἀγανακτούντων, ἔφη ὁ Ἀντώνιος·
Μὴ χαλεπαίνετε τῷ νεανίσκῳ·
οὐ γὰρ αὐτός ἐστιν, ἀλλ' ὁ ἐν αὐτῷ δαίμων·
ἐπι τιμηθεὶς δὲ, καὶ κελευσθεὶς ἐλαθῆναι εἰς ἀνύδρους τόπους, ἐμάνη, καὶ τοῦτο πεποίηκε.
∆οξάζετε οὖν τὸν Κύριον·
τὸ γὰρ οὕτως αὐτὸν ὁρμῆσαι κατ' ἐμοῦ σημεῖον ὑμῖν γέγονε τῆς τοῦ δαίμονος ἐξόδου.
Ταῦτα τοῦ Ἀντωνίου εἰπόντος, εὐθὺς ὁ νεανίσκος γέγονεν ὑγιής·
καὶ λοιπὸν σωφρονήσας, ἔγνω, ὅπου τε ἦν, καὶ κατησπάζετο τὸν γέροντα εὐχαριστῶν τῷ Θεῷ.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πολλά τε ἄλλα τοιαῦτα συμφώνως καὶ ὁμαλῶς εἰρήκασι περὶ αὐτοῦ πλεῖστοι τῶν μοναχῶν δι' αὐτοῦ γεγενῆσθαι.
Οὐκ ἔτι δὲ ταῦτα θαυμαστὰ τοσοῦτον, ὅσον τὰ ἄλλα θαυμασιώτερα μᾶλλον φαίνεται.
Μέλλων γὰρ ἐσθίειν ποτὲ, καὶ ἀναστὰς εὔξασθαι περὶ τὴν ἐννάτην ὥραν, ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ·
καὶ, τὸ παράδοξον, ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γινόμενον, καὶ ὡς εἰς τὸν ἀέρα ὁδηγούμενον ὑπό τινων·
εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν κωλῦσαι ὥστε μὴ διαβῆναι.
Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη.
Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, ἐκώλυον οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες, λέγοντες ἐκείνοις·
Τὰ μὲν ἀπὸ τῆς γεννήσεως αὐτοῦ ὁ Κύριος ἀπήλειψεν·
ἐξ οὗ δὲ γέγονε μοναχὸς, καὶ ἐπηγγείλατο τῷ Θεῷ, ἐξέστω λόγον ποιῆσαι.
Τότε κατηγορούντων, καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν αὐτῷ καὶ ἀκώλυτος ἡ ὁδός·
καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον καὶ πρὸς ἑαυτὸν ἑστῶτα, καὶ πάλιν ἦν ὅλως Ἀντώνιος.
Τότε τοῦ μὲν φαγεῖν αὐτὸς ἐπιλαθόμενος, ἔμεινε τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι' ὅλης τῆς νυκτὸς στενάζων καὶ εὐχόμενος.
Ἐθαύμαζε γὰρ βλέπων πρὸς πόσους ἡμῖν ἐστιν ἡ πάλη, καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα·
καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Ἀπόστολος·
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος.
Ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν, ἐν τῷ μάχεσθαι καὶ πειράζειν διακωλύειν τοὺς διερχομένους.
∆ι' ὃ καὶ μάλιστα παρῄνει·
Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ·
ἵνα μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον ὁ ἐχθρὸς καταισχυνθῇ.
Ἡμεῖς δὲ, τοῦτο μαθόντες, μνημονεύωμεν τοῦ Ἀποστόλου λέγοντος·
Εἴτε ἐν σώματι, οὐκ οἶδα·
εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα·
ὁ Θεὸς οἶδεν.
Ἀλλ' ὁ μὲν Παῦλος ἕως τρίτου οὐρανοῦ ἡρπάγη, καὶ ἀκούσας ἄῤῥητα ῥήματα κατῆλθεν·
ὁ δὲ Ἀντώνιος ἕως τοῦ ἀέρος ἑαυτὸν εἶδε φθάσαντα, καὶ ἀγωνισάμενον ἕως ἐλεύθερος φανῇ.
Εἶχε δὲ καὶ τοῦτο πάλιν χάρισμα.
Ἐν γὰρ τῷ ὄρει κατὰ μόνας καθήμενος, εἴ ποτέ τι πρὸς ἑαυτὸν ζητῶν ἠπόρει, τοῦτο αὐτῷ παρὰ τῆς Προνοίας εὐχομένῳ ἀπεκαλύπτετο.
Καὶ ἦν, κατὰ τὸ γεγραμμένον, θεοδίδακτος γενόμενος ὁ μακάριος.
Μετὰ ταῦτα γοῦν διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας εἰσελθόντας πρὸς αὐτὸν, περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ ταῦτα αὐτῇ τόπος ἔσται, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν, λέγων·
Ἀντώνιε, ἀναστὰς ἔξελθε, καὶ βλέπε.
Ἐξελθὼν τοίνυν, (ᾔδει γὰρ τίσιν ὑπακούειν ὀφείλει·) καὶ ἐθεώρησέ τινα μακρὸν ἀναβλέψας, ἀειδῆ καὶ φοβερὸν, ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, καὶ ἀναβαίνοντάς τινας ὥσπερ ἐπτερωμένους·
κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας·
καὶ τοὺς μὲν κωλυομένους παρ' αὐτοῦ, τοὺς δὲ ὑπεριπταμένους, καὶ διελθόντας λοιπὸν, ἀμερίμνως ἀνάγεσθαι.
Ἐπὶ μὲν οὖν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος·
ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν, ἔχαιρε.
Καὶ εὐθὺς πρὸς Ἀντώνιον ἐγένετο φωνή·
Νόει τὸ βλεπόμενον·
καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας, ἐνενόει τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶτα μακρὸν εἶναι τὸν ἐχθρὸν τὸν φθονοῦντα τοῖς πιστοῖς·
καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ μὴ πεισθέντας αὐτῷ μὴ δυνάμενον κρατεῖν ὡς ὑπερβαίνοντας.
Τοῦτο πάλιν ἑωρακὼς, καὶ ὥσπερ ὑπομιμνησκόμενος, μᾶλλον ἠγωνίζετο προκόπτειν τοῖς ἔμπροσθεν καθ' ἡμέραν.
Ταῦτα δὲ οὐχ ἑκὼν ἀπήγγελλεν αὐτός·
ἐν δὲ τῷ χρονίζειν ἐν ταῖς εὐχαῖς καὶ καθ' ἑαυτὸν θαυμάζειν, πυνθανομένων τῶν συνόντων καὶ θλιβόντων αὐτὸν, ἠναγκάζε το λέγειν, ὡς πατὴρ οὐ δυνάμενος κρύπτειν τοῖς τέκνοις·
ἀλλὰ καὶ ἡγούμενος, ὅτι τὸ μὲν αὐτοῦ σύνειδός ἐστι καθαρὸν, ἐκείνοις δὲ τὸ διήγημα γίνεται πρὸς ὠφέλειαν, μανθάνουσι τῆς ἀσκήσεως εἶναι καρπὸν ἀγαθὸν, τῶν τε πόνων πολλάκις παραμύθιον γίνεσθαι τὰς ὀπτασίας.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Πρὸς δὲ καὶ τὸ ἦθος ἀνεξίκακος ἦν, καὶ τὴν ψυχὴν ταπεινόφρων·
τοιοῦτος γὰρ ὢν, τόν τε κανόνα τῆς Ἐκκλησίας ὑπερφυῶς ἐτίμα, καὶ πάντα κληρικὸν τῇ τιμῇ προηγεῖσθαι ἤθελεν ἑαυτοῦ.
Τοῖς μὲν γὰρ ἐπισκόποις καὶ πρεσβυτέροις οὐκ ᾐδεῖτο κλῖναι τὴν κεφαλήν·
διάκονος δὲ εἴ ποτε πρὸς αὐτὸν ὠφελείας χάριν ἀπήντα, τὰ μὲν πρὸς ὠφέλειαν διελέγετο·
τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μανθάνειν καὶ αὐτός.
Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ ἠξίου παρὰ τῶν συνόντων ἀκούειν·
καὶ ὡμολόγει ὠφελεῖσθαι, εἴ τι χρήσιμόν τις ἔλεγε.
Καὶ μὴν καὶ τὸ πρόσωπον αὐτοῦ χάριν εἶχε πολλὴν καὶ παράδοξον.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἶχε δὲ καὶ τοῦτο τὸ χάρισμα παρὰ τοῦ Σωτῆρος·
εἰ γὰρ μετὰ τοῦ πλήθους τῶν μοναχῶν παρῆν, καὶ τοῦτον ἰδεῖν τις ἐβούλετο μὴ πρότερον γινώσκων, προσελθὼν εὐθὺς, τοὺς μὲν ἄλλους ὑπερέβαινε, πρὸς αὐτὸν δὲ ἔτρεχεν, ὡς ὑπὸ τῶν ὄψεων αὐτοῦ ἑλκόμενος.
Οὐχ ὕψει δὲ, οὐδὲ τῷ πλάτει διέφερε τῶν ἄλλων, ἀλλὰ τῇ τῶν ἠθῶν καταστάσει, καὶ τῇ τῆς ψυχῆς καθαρότητι.
Ἀθορύβου γὰρ οὔσης τῆς ψυχῆς, ἀταράχους εἶχε καὶ τὰς ἔξωθεν αἰσθήσεις·
ὡς ἀπὸ τῆς χαρᾶς τῆς ψυχῆς ἱλαρὸν ἔχειν καὶ τὸ πρόσωπον, καὶ ἀπὸ τῶν τοῦ σώματος κινημάτων αἰσθέσθαι καὶ νοεῖν τὴν τῆς ψυχῆς κατάστασιν, κατὰ τὸ γεγραμμένον·
Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον·
ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει.
Οὕτως Ἰακὼβ ἐπέγνω τὸν Λάβαν ἐπιβουλὴν ἐνθυμούμενον, καί φησι πρὸς τὰς γυναῖκας·
Οὐκ ἔστι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὡς χθὲς καὶ τρίτην ἡμέραν·
οὕτως ὁ Σαμουὴλ ἐπέγνω τὸν ∆αβίδ·
χαροποιοὺς γὰρ εἶχε τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ὀδόντας ὡς γάλα λευκούς.
Οὕτως καὶ ὁ Ἀντώνιος ἐπιγινώσκετο·
οὐδέποτε γὰρ ἐταράττετο, γαληνιώσης αὐτοῦ τῆς ψυχῆς·
οὐδέποτε σκυθρωπὸς ἐγίνετο, χαιρούσης αὐτοῦ τῆς διανοίας.
Καὶ τῇ πίστει δὲ πάνυ θαυμαστὸς ἦν καὶ εὐσεβής.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οὔτε γὰρ Μελετιανοῖς τοῖς σχισματικοῖς ποτε κεκοινώνηκεν, εἰδὼς αὐτῶν τὴν ἐξ ἀρχῆς πονηρίαν καὶ ἀποστασίαν·
οὔτε Μανιχαίοις, ἢ ἄλλοις τισὶν αἱρετικοῖς ὡμίλησε φιλικὰ, ἢ μόνον ἄχρι νουθεσίας τῆς εἰς εὐσέβειαν μεταβολῆς·
ἡγούμενος καὶ παραγγέλλων τὴν τούτων φιλίαν καὶ ὁμιλίαν βλάβην καὶ ἀπώλειαν εἶναι ψυχῆς.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οὕτω γοῦν καὶ τὴν τῶν Ἀρειανῶν αἵρεσιν ἐβδελύσσετο, παρήγγελλέ τε πᾶσι μήτε ἐγγίζειν αὐτοῖς, μήτε τὴν κακοπιστίαν αὐτῶν ἔχειν.
Ἀπελθόντας γοῦν ποτέ τινας πρὸς αὐτὸν τῶν Ἀρειομανιτῶν, ἀνακρίνας καὶ μαθὼν ἀσεβοῦντας, ἐδίωξεν ἀπὸ τοῦ ὅρους, λέγων ὄφεων ἰοῦ χείρονας εἶναι τοὺς λόγους αὐτῶν.
Καὶ ψευσαμένων δέ ποτε τῶν Ἀρειανῶν, ὡς ἐκείνοις τὰ αὐτὰ φρονοῦντος, ἠγανάκτει καὶ ἐθυμοῦτο κατ' ἐκείνων.
Εἶτα παρακληθεὶς παρά τε τῶν ἐπισκόπων καὶ τῶν ἀδελφῶν πάντων, κατῆλθεν ἀπὸ τοῦ ὄρους·
καὶ εἰσελθὼν εἰς τὴν Ἀλεξάνδρειαν, τοὺς Ἀρειανοὺς ἀπεκήρυξεν·
αἵρεσιν ἐσχάτην λέγων εἶναι ταύτην, καὶ πρόδρομον τοῦ Ἀντιχρίστου.
Ἐδίδασκέ τε τὸν λαὸν μὴ εἶναι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μηδὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι·
ἀλλ' ὅτι ἀΐδιός ἐστι τῆς τοῦ Πατρὸς οὐσίας Λόγος καὶ Σοφία.
∆ι' ὃ καὶ ἀσεβές ἐστι λέγειν·
Ἦν ὅτε οὐκ ἦν·
ἦν γὰρ ἀεὶ ὁ Λόγος συνυπάρχων τῷ Πατρί·
ὅθεν μηδὲ μίαν ἔχετε κοινωνίαν πρὸς τοὺς ἀσεβεστάτους Ἀρειανούς·
Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.
Ὑμεῖς μὲν γὰρ εὐσεβοῦντες Χριστιανοί ἐστε·
ἐκεῖνοι δὲ, κτίσμα λέγοντες τὸν ἐκ τοῦ Πατρὸς Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον, οὐδὲν διαφέρουσιν ἐθνικῶν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν.
Πιστεύσατε δὲ, ὅτι καὶ αὐτὴ ἡ κτίσις πᾶσα ἀγανακτεῖ κατ' αὐτῶν·
ὅτι τὸν κτίστην καὶ Κύριον τοῦ παντὸς, ἐν ᾧ τὰ πάντα γέγονε, τοῦτον τοῖς γενητοῖς συναριθμοῦσιν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οἱ μὲν οὖν λαοὶ πάντες ἔχαιρον ἀκούοντες παρὰ τοῦ τοιούτου ἀνδρὸς ἀναθεματιζομένην τὴν χριστομάχον αἵρεσιν·
οἱ δὲ τῆς πόλεως πάντες συνέτρεχον ἰδεῖν τὸν Ἀντώνιον.
Ἕλληνές τε καὶ αὐτοὶ οἱ λεγόμενοι αὐτῶν ἱερεῖς, εἰς τὸ Κυριακὸν ἤρχοντο λέγοντες·
Ἀξιοῦμεν ἰδεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον·
πάντες γὰρ αὐτὸν οὕτως ἐκάλουν.
Καὶ γὰρ κἀκεῖ πολλοὺς δι' αὐτοῦ ἐκαθάρισεν ὁ Κύριος ἀπὸ δαιμόνων, καὶ βλαβέντας τὴν διάνοιαν ἰάσατο.
Πολλοὶ δὲ καὶ Ἕλληνες ἠξίουν κἂν μόνον ἅπτεσθαι τοῦ γέροντος, πιστεύοντες ὠφελεῖσθαι.
Ἀμέλει τοσοῦτοι γεγόνασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους.
Εἶτα, τινῶν νομιζόντων ἐκ τῶν ὄχλων αὐτὸν ταράττεσθαι, καὶ διὰ τοῦτο ἀποτρεπόντων ἀπ' αὐτοῦ πάντας, αὐτὸς οὐ ταραττόμενος ἔλεγε, μὴ πλείους εἶναι τούτους ἐκείνων, μεθ' ὧν ἐν τῷ ὄρει παλαίομεν δαιμόνων.
Ὅτε δὲ ἀπεδήμει, καὶ προεπέμπομεν αὐτὸν, ὡς ἐφθάσαμεν εἰς τὴν πύλην, ὄπισθέν τις ἐβόα γυνή·
Μεῖνον, ἄνθρωπε τοῦ Θεοῦ, ἡ θυγάτηρ μου δεινῶς ὑπὸ δαίμονος ἐνοχλεῖται·
μεῖνον, παρακαλῶ, μὴ κἀγὼ κινδυνεύσω τρέχουσα.
Ἀκούσας ὁ γέρων, καὶ ἀξιωθεὶς παρ' ἡμῶν, θέλων ἔμεινεν.
Ὡς δὲ ἤγγισεν ἡ γυνὴ, ἡ μὲν παῖς ἔῤῥιπτο χαμαί·
τοῦ δὲ Ἀντωνίου προσευξαμένου, καὶ τὸν Χριστὸν ὀνομάσαντος, ἠγέρθη ἡ παῖς ὑγιὴς, ἐξελθόντος τοῦ ἀκαθάρτου δαίμονος.
Ἥ τε μήτηρ εὐλόγει τὸν Θεὸν, καὶ πάντες ηὐχαρίστουν.
Καὶ αὐτὸς δὲ ἔχαιρεν ἀποδημῶν, ὡς εἰς τὸν ἴδιον οἶκον, εἰς τὸ ὄρος.
Καὶ φρόνιμος δὲ ἦν λίαν·
καὶ τὸ θαυμαστὸν, ὅτι, γράμματα μὴ μαθὼν, ἀγχίνους ἦν καὶ συνετὸς ἄνθρωπος.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ποτὲ γοῦν φιλόσοφοι δύο ἦλθον πρὸς αὐτὸν Ἕλληνες, νομίζοντες δύνασθαι τὸν Ἀντώνιον πειράσαι·
ἦν δὲ ἐν τῷ ὄρει τῷ ἔξω·
ὁ δὲ ἐκ τοῦ προσώπου συνεὶς τοὺς ἀνθρώπους, ἐξελθὼν πρὸς αὐτοὺς, ἔφη δι' ἑρμηνέως·
Τί τοσοῦτον ἐσκύλητε, ὦ φιλόσοφοι, πρὸς μωρὸν ἄνθρωπον;
Τῶν δὲ εἰπόντων, μὴ εἶναι μωρὸν αὐτὸν, ἀλλὰ καὶ μάλα φρόνιμον, ἔφη πρὸς αὐτούς·
Εἰ μὲν πρὸς μωρὸν ἤλθετε, περιττὸς ὑμῶν ὁ κάματος·
εἰ δὲ νομίζετέ με φρόνιμον εἶναι, γίνεσθε ὡς ἐγώ·
δεῖ γὰρ τὰ καλὰ μιμεῖσθαι.
Καὶ εἰ μὲν ἐγὼ πρὸς ὑμᾶς ἠρχόμην, ἐμιμησάμην ἂν ὑμᾶς·
εἰ δὲ ὑμεῖς πρὸς ἐμὲ, γίνεσθε ὡς ἐγώ·
Χριστιανὸς γάρ εἰμι.
Οἱ δὲ θαυμάζοντες ἀνεχώρουν ἔβλεπον γὰρ καὶ δαίμονας φοβουμένους τὸν Ἀντώνιον.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἄλλων δὲ πάλιν τοιούτων ἀπαντησάντων πρὸς αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, καὶ νομιζόντων χλευάζειν, ὅτι μὴ μεμάθηκε γράμματα, λέγει πρὸς αὐτοὺς ὁ Ἀντώνιος·
Ὑμεῖς δὲ τί λέγετε;
Τί πρῶτόν ἐστι, νοῦς ἢ γράμματα;
καὶ τί τίνος αἴτιον, ὁ νοῦς τῶν γραμμάτων, ἢ τὰ γράμματα τοῦ νοῦ;
Τῶν δὲ εἰπόντων πρῶτον εἶναι τὸν νοῦν, καὶ τῶν γραμμάτων εὑρέτην·
ἔφη ὁ Ἀντώνιος·
Ὧ τοίνυν ὁ νοῦς ὑγιαίνει, τούτῳ οὐκ ἀναγκαῖα τὰ γράμματα.
Τοῦτο καὶ τοὺς παρόντας καὶ αὐτοὺς ἐξέπληξεν.
Ἀπῆλθον οὖν θαυμάζοντες, ὅτι τοσαύτην ἔβλεπον ἐν ἰδιώτῃ σύνεσιν·
καὶ γὰρ οὐχ ὡς ἐν ὄρει τραφεὶς, κἀκεῖ γέρων γενόμενος, ἄγριον εἶχε τὸ ἦθος·
ἀλλὰ καὶ χαρίεις ἦν καὶ πολιτικός.
Τὸν δὲ λόγον εἶχεν ἠρτυμένον τῷ θείῳ ἅλατι·
ὥστε μηδένα φθονεῖν, χαίρειν δὲ μᾶλλον ἐπ' αὐτῷ πάντας τοὺς ἐρχομένους πρὸς αὐτόν.
Ἀμέλει μετὰ ταῦτα πάλιν ἐλθόντων ἑτέρων τινῶν·
ἦσαν δὲ οὗτοι τῶν παρ' Ἕλλησι δοκούντων εἶναι σοφῶν·
καὶ ἀπαιτούντων αὐτὸν λόγον περὶ τῆς καθ' ἡμᾶς ἐν Χριστῷ πίστεως·
ἐπιχειρούντων δὲ συλλογίζεσθαι περὶ τοῦ κηρύγματος τοῦ θείου σταυροῦ, καὶ βουλομένων χλευάζειν·
ὀλίγον ἐπισχὼν ὁ Ἀντώνιος, καὶ πρῶτον οἰκτείρας αὐτοὺς ἐπὶ τῇ ἀγνωσίᾳ, ἔλεγε δι' ἑρμηνέως, τοῦ καλῶς τὰ ἐκείνου διερμηνεύοντος·
Τί κάλλιόν ἐστι, σταυρὸν ὁμολογεῖν, ἢ μοιχείας καὶ παιδοφθορίας προσάπτειν τοῖς παρ' ὑμῖν λεγομένοις θεοῖς;
Τὸ μὲν γὰρ παρ' ἡμῶν λεγόμενον ἀνδρίας ἐστὶ τεκμήριον, καὶ καταφρονήσεως θανάτου γνώρισμα·
τὰ δὲ ὑμέτερα ἀσελγείας ἐστὶ πάθη.
Ἔπειτα τί βέλτιόν ἐστι, λέγειν, ὅτι ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἐτράπη·
ἀλλ' ὁ αὐτὸς ὢν, ἐπὶ σωτηρίᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα, τῇ ἀνθρωπίνῃ γενέσει κοινωνήσας, ποιήσῃ τοὺς ἀνθρώπους κοινωνῆσαι θείας καὶ νοερᾶς φύσεως·
ἢ ἐν ἀλόγοις ἐξομοιοῦν τὸ Θεῖον, καὶ διὰ τοῦτο σέβειν τετράποδα, καὶ ἑρπετὰ, καὶ ἀνθρώπων εἰκόνας;
Ταῦτα γὰρ ὑμῶν ἐστι τῶν σοφῶν τὰ σεβάσματα.
Πῶς δὲ χλευάζειν τολμᾶτε ἡμᾶς, λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι·
ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν εἰς σῶμα·
καὶ εἴθε εἰς ἀνθρώπινον μόνον, καὶ μὴ εἰς τετράποδα καὶ ἑρπετὰ μεταβαίνειν καὶ μεταπίπτειν.
Ἡ μὲν γὰρ ἡμετέρα πίστις ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὴν τοῦ Χριστοῦ παρουσίαν λέγει·
ὑμεῖς δὲ πλανᾶσθε, ὅτι περὶ ἀγεννήτου ψυχῆς ἐξηγεῖσθε.
Καὶ ἡμεῖς μὲν τὸ δυνατὸν καὶ φιλάνθρωπον τῆς Προνοίας φρονοῦμεν, ὅτι καὶ τοῦτο οὐκ ἀδύνατον ἦν τῷ Θεῷ·
ὑμεῖς δὲ, εἰκόνα τοῦ νοῦ τὴν ψυχὴν λέγοντες, πτώματα προσάπτετε αὐτῇ, καὶ τρεπτὴν αὐτὴν μυθολογεῖτε·
καὶ λοιπὸν καὶ αὐτὸν τὸν νοῦν διὰ τὴν ψυχὴν τρεπτὸν εἰσάγετε.
Ὁποία γὰρ ἦν ἡ εἰκὼν, τοιοῦτον ἀνάγκη κἀκεῖνον εἶναι, οὗ ἐστιν ἡ εἰκών.
Ὅτ' ἂν δὲ περὶ τοῦ νοῦ τοιαῦτα νομίζετε, ἐνθυμεῖσθε, ὅτι καὶ εἰς αὐτὸν τὸν Πατέρα τοῦ νοῦ βλασφημεῖτε.
Περὶ δὲ τοῦ σταυροῦ τί βέλτιον ἂν εἴποιτε, ἐπιβουλῆς ἐπαγομένης παρὰ πονηρῶν ὑπομένειν σταυρὸν, καὶ μὴ πτήσσειν τὸν ὅπως δήποτε θάνατον ἐπαγόμενον·
ἢ πλάνας Ὀσίριδος καὶ Ἴσιδος, καὶ ἐπιβουλὰς Τυφῶνος, καὶ Κρόνου φυγὴν, καὶ τέκνων καταπόσεις, καὶ πατροκτονίας μυθολογεῖν;
Ταῦτα γὰρ ὑμῶν ἐστι τὰ σοφά.
Πῶς δὲ, χλευάζοντες τὸν σταυρὸν, οὐ θαυμάζετε τὴν ἀνάστασιν;
Οἱ γὰρ τοῦτο εἰπόντες κἀκεῖνο ἔγραψαν.
Ἢ διὰ τί, μνημονεύοντες τοῦ σταυροῦ, σιωπᾶτε περὶ τῶν ἐγερθέντων νεκρῶν, καὶ τῶν ἀναβλεψάντων τυφλῶν, καὶ τῶν θεραπευθέντων παραλυτικῶν, τῶν τε καθαρισθέντων λεπρῶν καὶ τῆς ἐπὶ τὴν θάλασσαν πεζοπορίας, τῶν τε ἄλλων σημείων καὶ τεραστίων, ἅπερ οὐκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν δείκνυσι τὸν Χριστόν;
Πάνυ μοι δοκεῖτε ἀδικεῖν ἑαυτοὺς, καὶ μὴ γνησίως ἐντετυχηκέναι ταῖς Γραφαῖς ἡμῶν.
Ἀλλ' ἐντυγχάνετε μὲν ὑμεῖς, καὶ βλέπετε, ὅτι ἃ πεποίηκεν ὁ Χριστὸς, Θεὸν αὐτὸν ἀποδεικνύουσιν, ἐπιδημήσαντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων.
Εἴπατε δὲ καὶ ὑμεῖς ἡμῖν τὰ ὑμέτερα.
Τί δ' ἂν εἴποιτε περὶ τῶν ἀλόγων, ἢ ἀλογίαν καὶ ἀγριότητα;
Ἐὰν δὲ, ὡς ἀκούω, θελήσητε λέγειν μυθικῶς λέγεσθαι ταῦτα παρ' ὑμῖν·
καὶ ἀλληγορεῖτε ἁρπαγὴν Κόρης εἰς τὴν γῆν, καὶ Ἡφαίστου χωλότητα εἰς τὸ πῦρ, καὶ Ἥραν εἰς τὸν ἀέρα, καὶ Ἀπόλλωνα εἰς τὸν ἥλιον, καὶ Ἄρτεμιν μὲν εἰς τὴν σελήνην, τὸν δὲ Ποσειδῶνα εἰς τὴν θάλασσαν·
οὐδὲν ἧττον αὐτὸν οὐ Θεὸν σέβεσθε, ἀλλὰ τῇ κτίσει λατρεύετε παρὰ τὸν τὰ πάντα κτίσαντα Θεόν.
Εἰ γὰρ, ὅτι καλὴ ἡ κτίσις, τοιαῦτα συνεθήκατε·
ἀλλ' ἔδει μέχρι τοῦ θαυμάσαι μόνον ὑμᾶς γενέσθαι, καὶ μὴ θεοποιῆσαι τὰ ποιήματα·
ἵνα μὴ τὴν τοῦ ∆ημιουργοῦ τιμὴν τοῖς γενητοῖς παρέχητε.
Ἐπεὶ ὥρα ὑμᾶς καὶ τοῦ ἀρχιτέκτονος τὴν τιμὴν εἰς τὴν ὑπ' αὐτοῦ γενομένην οἰκίαν μεταφέρειν, ἢ τὴν τοῦ στρατηγοῦ εἰς τὸν στρατιώτην.
Τί τοίνυν πρὸς ταῦτα λέγετε, ἵνα γνῶμεν, εἰ ἄξιόν τι χλεύης ὁ σταυρὸς ἔχει;
Ἐκείνων δὲ διαπορούντων, καὶ στρεφομένων ὧδε κἀκεῖσε, μειδιάσας ὁ Ἀντώνιος ἔφη πάλιν δι' ἑρμηνέως·
Ταῦτα μὲν καὶ ἀπ' αὐτῆς τῆς ὄψεως ἔχει τὸν ἔλεγχον·
ἐπειδὴ δὲ μᾶλλον ὑμεῖς τοῖς ἀπο δεικτικοῖς λόγοις ἐπερείδεσθε, καὶ ταύτην ἔχοντες τὴν τέχνην, βούλεσθε καὶ ἡμᾶς μὴ ἄνευ τῆς διὰ τῶν λόγων ἀποδείξεως θεοσεβεῖν·
εἴπατε πρῶτον ὑμεῖς, τὰ πράγματα, καὶ μάλιστα ἡ περὶ τοῦ Θεοῦ γνῶσις, πῶς ἀκριβῶς διαγινώσκεται, δι' ἀποδείξεως λόγων, ἢ δι' ἐνεργείας πίστεως;
καὶ τί πρεσβύτερόν ἐστιν, ἡ δι' ἐνεργείας πίστις, ἢ ἡ διὰ λόγων ἀπόδειξις;
Τῶν δὲ ἀποκριναμένων, πρεσβυτέραν εἶναι τὴν δι' ἐνεργείας πίστιν, καὶ ταύτην εἶναι τὴν ἀκριβῆ γνῶσιν·
ἔφη ὁ Ἀντώνιος· Καλῶς εἴπατε·
ἡ μὲν γὰρ πίστις ἀπὸ διαθέσεως ψυχῆς γίνεται·
ἡ δὲ διαλεκτικὴ ἀπὸ τέχνης τῶν συντιθέντων ἐστίν.
Οὐκοῦν οἷς πάρεστιν ἡ διὰ πίστεως ἐνέργεια, τούτοις οὐκ ἀναγκαία, ἢ τάχα καὶ περιττὴ ἡ διὰ λόγων ἀπόδειξις.
Καὶ γὰρ ὅπερ ἡμεῖς ἐκ πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε·
καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε·
ὥστε βελτίων καὶ ὀχυρωτέρα ἡ διὰ πίστεως ἐνέργεια τῶν σοφιστικῶν ὑμῶν συλλογισμῶν.
Ἡμεῖς τοίνυν οἱ Χριστιανοὶ οὐκ ἐν σοφίᾳ λόγων Ἑλληνικῶν ἔχομεν τὸ μυστήριον·
ἀλλ' ἐν δυνάμει πίστεως ἐπιχορηγουμένης ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ παρὰ Θεοῦ.
Καὶ ὅτι ἀληθής ἐστιν ὁ λόγος, ἰδοὺ νῦν, μὴ μαθόντες ἡμεῖς γράμματα, πιστεύομεν εἰς τὸν Θεὸν, ἐπιγινώσκοντες διὰ τῶν ποιημάτων αὐτοῦ τὴν εἰς πάντα πρόνοιαν.
Καὶ ὅτι ἐνεργής ἐστιν ἡ πίστις ἡμῶν, ἰδοὺ νῦν ἡμεῖς ἐπερειδόμεθα τῇ πίστει τῇ εἰς τὸν Χριστὸν, ὑμεῖς δὲ σοφιστικαῖς λογομαχίαις.
Καὶ τὰ μὲν παρ' ὑμῖν τῶν εἰδώλων φάσματα καταργεῖται, ἡ δὲ παρ' ἡμῖν πίστις ἐπεκτείνεται πανταχοῦ.
Καὶ ὑμεῖς μὲν συλλογιζόμενοι καὶ σοφιζόμενοι, οὐ μεταπείθετε ἀπὸ Χριστιανισμοῦ εἰς Ἑλληνισμόν·
ἡμεῖς δὲ τὴν εἰς Χριστὸν πίστιν διδάσκοντες, ψιλοῦμεν ὑμῖν τὴν δεισιδαιμονίαν, ἐπιγινωσκόντων πάντων τὸν Χριστὸν εἶναι Θεὸν, καὶ τοῦ Θεοῦ Υἱόν.
Καὶ ὑμεῖς μὲν τῇ καλλιεπείᾳ οὐκ ἐμποδίζετε τὴν τοῦ Χριστοῦ διδασκαλίαν·
ἡμεῖς δὲ, ὀνομάζοντες τὸν ἐσταυρωμένον Χριστὸν, πάντας διώκομεν δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς.
Καὶ ἔνθα τὸ σημεῖον τοῦ σταυροῦ γίνεται, ἀσθενεῖ μὲν μαγεία, οὐκ ἐνεργεῖ δὲ φαρμακεία.
Εἴπατε γοῦν, ποῦ νῦν ὑμῶν τὰ μαντεῖα;
ποῦ αἱ τῶν Αἰγυπτίων ἐπαοιδαί;
ποῦ τῶν μάγων αἱ φαντασίαι;
πότε ταῦτα πάντα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ τοῦ Χριστοῦ σταυρὸς γέγονεν;
Ἆρα οὖν ἄξιος οὗτος χλεύης, ἢ μᾶλλον τὰ καταργούμενα παρ' αὐτοῦ καὶ ἐλεγχόμενα ἀσθενῆ;
Καὶ γὰρ καὶ τοῦτο θαυμαστόν ἐστιν·
ὅτι τὰ μὲν ὑμέτερα οὐδέποτε ἐδιώχθη, ἀλλὰ καὶ παρὰ ἀνθρώπων κατὰ πόλιν τιμᾶται·
οἱ δὲ τοῦ Χριστοῦ διώκονται, καὶ μᾶλλον τὰ παρ' ἡμῖν ὑπὲρ τὰ ὑμέτερα ἀνθεῖ καὶ πληθύνει.
Καὶ τὰ μὲν ὑμέτερα εὐφημούμενα καὶ περικλειόμενα διαφθείρεται·
ἡ δὲ τοῦ Χριστοῦ πίστις καὶ ἡ διδασκαλία, χλευαζομένη παρ' ὑμῶν, καὶ διωχθεῖσα παρὰ βασιλέων πολλάκις, πεπλήρωκε τὴν οἰκουμένην.
Πότε γὰρ οὕτω θεογνωσία ἐξέλαμψεν;
ἢ πότε οὕτω σωφροσύνη καὶ ἀρετὴ παρθενίας ἐφάνη;
ἢ πότε οὕτως ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Χριστοῦ γέγονε;
Τοῦτο δὲ οὐδεὶς ἀμφιβάλλει βλέπων τοὺς μάρτυρας διὰ τὸν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου, βλέπων τὰς τῆς Ἐκκλησίας παρθένους διὰ τὸν Χριστὸν καθαρὰ καὶ ἀμίαντα τὰ σώματα φυλαττούσας.
Καὶ ἔστι μὲν ἱκανὰ ταῦτα τεκμήρια δεῖξαι τὴν κατὰ Χριστὸν πίστιν μόνην ἀληθῆ εἶναι εἰς θεοσέβειαν.
Ἰδοὺ ἀκμὴν ὑμεῖς ἀπιστεῖτε ζητοῦντες τοὺς ἐκ τῶν λόγων συλλογισμούς.
Ἡμεῖς μὲν οὐκ ἐν πειθοῖς σοφίας Ἑλληνικῆς λόγοις, ὡς εἶπεν ὁ διδάσκαλος ἡμῶν, ἀποδείκνυμεν·
τῇ δὲ πίστει πείθομεν ἐναργῶς προλαμβανούσῃ τὴν ἐκ τῶν λόγων κατασκευήν.
Ἰδοὺ πάρεισιν ὧδε ὑπὸ δαιμόνων πάσχοντες·
ἦσαν δέ τινες ἐλθόντες πρὸς αὐτὸν ὑπὸ δαιμόνων ἐνοχλούμενοι, καὶ παραγαγὼν αὐτοὺς εἰς τὸ μέσον, ἔφη·
Ἢ ὑμεῖς τοῖς συλλογισμοῖς αὐτῶν, καὶ ᾗ ἂν βούλησθε τέχνῃ ἢ μαγείᾳ, ἐπικαλούμενοι τὰ εἴδωλα ἑαυτῶν, καθαρίσατε αὐτούς·
ἢ, εἰ μὴ δύνασθε, κατάθεσθε τὴν πρὸς ἡμᾶς μάχην, καὶ ὄψεσθε τοῦ σταυροῦ τοῦ Χριστοῦ τὴν δύναμιν.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Καὶ ταῦτα εἰπὼν, ἐπεκαλέσατο τὸν Χριστὸν, ἐσφράγισέ τε τοὺς πάσχοντας τῷ σημείῳ τοῦ σταυροῦ δεύτερον καὶ τρίτον.
Καὶ εὐθὺς ἔστησαν οἱ ἄνθρωποι ὁλόκληροι, σωφρονοῦντες καὶ εὐχαριστοῦντες τῷ Κυρίῳ λοιπόν.
Καὶ οἱ μὲν λεγόμενοι φιλόσοφοι ἐθαύμαζον, καὶ ἀληθῶς ἐξεπλήττοντο ἐπὶ τῇ συνέσει τοῦ ἀνδρὸς, καὶ τῷ γενομένῳ σημείῳ·
ὁ δὲ Ἀντώνιος ἔφη, Τί θαυμάζετε ἐπὶ τούτῳ;
οὐκ ἐσμὲν ἡμεῖς οἱ ποιοῦντες, ἀλλ' ὁ Χριστός ἐστιν, ὁ διὰ τῶν εἰς αὐτὸν πιστευόντων ταῦτα ποιῶν.
Πιστεύσατε οὖν καὶ ὑμεῖς·
καὶ ὄψεσθε, ὅτι οὐ τέχνη λόγων τὰ παρ' ἡμῖν ἐστιν, ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης·
ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε·
ἀλλ' αὐτάρκη τὴν εἰς τὸν Χριστὸν πίστιν ἡγήσεσθε.
Ταῦτα τοῦ Ἀντωνίου τὰ ῥήματα·
ἐκεῖνοι δὲ καὶ ἐν τούτῳ θαυμάζοντες, ἀνεχώρουν, κατασπαζόμενοι αὐτὸν, καὶ ὁμολογοῦντες ὠφελεῖσθαι παρ' αὐτοῦ.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντωνίου φήμη.
Ταῦτα γὰρ μαθόντες Κωνσταντῖνος ὁ Αὔγουστος, καὶ οἱ υἱοὶ αὐτοῦ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ, καὶ ηὔχοντο λαμβάνειν ἀντίγραφα παρ' αὐτοῦ.
Ἀλλ' οὔτε τὰ γράμματα περὶ πολλοῦ τινος ἐποιεῖτο, οὔτε ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει·
ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας.
Ὅτε δὲ ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἐκάλει τοὺς μοναχοὺς, καὶ ἔλεγε·
Μὴ θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν·
ἀλλὰ μᾶλλον θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν νόμον ἀνθρώποις ἔγραψε, καὶ διὰ τοῦ ἰδίου Υἱοῦ λελάληκεν ἡμῖν.
Ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολὰς, λέγων οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα, ἀντιγράφειν·
προτραπεὶς δὲ παρὰ τῶν μοναχῶν, ὅτι Χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς προῤῥιφέντες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι.
Καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτοὺς, ὅτι τὸν Χριστὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν·
καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον μνημονεύειν τῆς μελλούσης κρίσεως, καὶ εἰδέναι, ὅτι ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς.
Φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου, καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν.
Κἀκεῖνοι δεχόμενοι ἔχαιρον.
Οὕτω παρὰ πᾶσιν ἦν προσφιλὴς, καὶ πάντες ἔχειν αὐτὸν ἠξίουν πατέρα.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Τοιοῦτος δὴ οὖν γινωσκόμενος, καὶ οὕτω πρὸς τοὺς ἀπαντῶντας ἀποκρινόμενος, ὑπέστρεφε πάλιν εἰς τὸ ἔνδον ὄρος.
Καὶ τῆς μὲν συνήθους ἀσκήσεως εἴχετο·
πολλάκις δὲ μετὰ τῶν εἰσερχομένων πρὸς αὐ τὸν καθεζόμενος, καὶ περιπατῶν, ἀπηνεοῦτο, ὡς ἐν τῷ ∆ανιὴλ γέγραπται.
Καὶ αὐτὸς μὲν μεθ' ὥρας ὡμίλει τὰ ἀκόλουθα τοῖς συνοῦσιν ἀδελφοῖς αὐτῷ·
οἱ δὲ συνόντες ᾐσθάνοντό τινα θεωρίαν αὐτὸν βλέπειν.
Καὶ γὰρ καὶ τὰ ἐν Αἰγύπτῳ γινόμενα πολλάκις, ἐν τῷ ὄρει τυγχάνων ἔβλεπε καὶ διηγήσατο Σαραπίωνι τῷ ἐπισκόπῳ, ἔνδον ὄντι καὶ βλέποντι τὸν Ἀντώνιον ἀσχοληθέντα τῇ ὀπτασίᾳ.
Ποτὲ γοῦν καθεζόμενος καὶ ἐργαζόμενος, ὥσπερ ἐν ἐκστάσει γέγονε, καὶ πολὺς ἦν ἐν τῇ θεωρίᾳ στενάζων.
Εἶτα μεθ' ὥραν στραφεὶς πρὸς τοὺς συνόντας, ἐστέναζε, καὶ ἔντρομος γενόμενος, ηὔχετο, καὶ κάμπτων τὰ γόνατα, διέμενεν ἐπὶ πολύ.
Καὶ ἀναστὰς ἔκλαιεν ὁ γέρων.
Ἔντρομοι τοίνυν γενόμενοι οἱ συνόντες, καὶ πάνυ φοβηθέντες, ἠξίουν μαθεῖν παρ' αὐτοῦ·
καὶ πολὺ διώχλησαν ἕως βιασθεὶς εἴπῃ.
Ὁ δὲ καὶ οὕτω μέγα στενάξας·
Ὦ τέκνα, βέλτιον, ἔλεγεν, ἀποθανεῖν, πρὸ τοῦ γενέσθαι τὰ τῆς θεωρίας.
Τῶν δὲ πάλιν ἀξιούντων, δακρύσας ἔλεγε·
Μέλλει τὴν Ἐκκλησίαν ὀργὴ καταλαμβάνειν, καὶ μέλλει παραδίδοσθαι ἀνθρώποις ὁμοίοις ἀλόγοις κτήνεσιν.
Εἶδον γὰρ τὴν τράπεζαν τοῦ Κυριακοῦ, καὶ περὶ αὐτὴν ἑστῶτας ἡμιόνους κύκλῳ πανταχόθεν, καὶ λακτίζοντας τὰ ἔνδον οὕτως, ὡς ἂν ἀτάκτως σκιρτώντων κτηνῶν γένοιτο λακτίσματα.
Πάντως δὲ ᾔσθεσθε, φησὶ, πῶς ἐστέναζον·
ἤκουσα γὰρ φωνῆς λεγούσης·
Βδελυχθήσεται τὸ θυσιαστήριόν μου.
Ταῦτα εἶδεν ὁ γέρων·
καὶ μετὰ δύο ἔτη γέγονεν ἡ νῦν ἔφοδος τῶν Ἀρειανῶν, καὶ ἡ ἁρπαγὴ τῶν ἐκκλησιῶν, ὅτε καὶ τὰ σκεύη μετὰ βίας ἁρπάσαντες, δι' ἐθνικῶν ἐποίουν βαστάζεσθαι·
ὅτε καὶ τοὺς ἐθνικοὺς ἀπὸ τῶν ἐργαστηρίων ἠνάγκαζον συνάγεσθαι μετ' αὐτῶν·
καὶ παρόντων αὐτῶν ἔπραττον ἐπὶ τῆς τραπέζης ὡς ἤθελον.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Τότε πάντες ἡμεῖς ἐπέγνωμεν, ὅτι τὰ λακτίσματα τῶν ἡμιόνων ταῦτα προεμήνυε τῷ Ἀντωνίῳ, ἃ νῦν οἱ Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη.
Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων·
Μὴ ἀθυμεῖτε, τέκνα·
ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριος, οὕτω πάλιν ἰάσεται.
Καὶ πάλιν ταχέως ἀπολήψεται τὸν ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, καὶ συνήθως ἀναλάμψει·
καὶ ὄψεσθε τοὺς διωχθέντας ἀποκαθισταμένους, καὶ τὴν μὲν ἀσέβειαν πάλιν εἰς τοὺς ἰδίους φωλεοὺς ἀναχωροῦσαν, τὴν δὲ εὐσεβῆ πίστιν παῤῥησιαζομένην μετὰ πάσης ἐλευθερίας πανταχοῦ·
μόνον μὴ μιάνητε ἑαυτοὺς μετὰ τῶν Ἀρειανῶν.
Οὐκ ἔστι γὰρ τῶν ἀποστόλων αὕτη ἡ διδασκαλία, ἀλλὰ τῶν δαιμόνων, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου·
καὶ μᾶλλον ἄγονος, καὶ ἄλογος, καὶ διανοίας ἐστὶν οὐκ ὀρθῆς, ὡς ἡ τῶν ἡμιόνων ἀλογία.
Τοιαῦτα μὲν τὰ τοῦ Ἀντωνίου.
Οὐ δεῖ δὲ ἡμᾶς ἀπιστεῖν, εἰ δι' ἀνθρώπου τοσαῦτα γέγονε θαύματα.
Τοῦ γὰρ Σωτῆρός ἐστιν ἐπαγγελία, λέγοντος·
Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ·
Μετάβηθι ἐντεῦθεν, καὶ μεταβήσεται·
καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Καὶ πάλιν·
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.
Αἰτεῖτε, καὶ λήψεσθε.
Καὶ αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς λέγων, καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν·
Ἀσθενοῦντας θεραπεύετε·
δαίμονας ἐκβάλλετε·
δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Οὐ προστάττων γοῦν ἐθεράπευεν ὁ Ἀντώνιος, ἀλλ' εὐχόμενος καὶ τὸν Χριστὸν ὀνομάζων·
ὡς πᾶσι φανερὸν γενέσθαι, ὅτι οὐκ ἦν αὐτὸς ὁ ποιῶν, ἀλλ' ὁ Κύριος, δι' Ἀντωνίου φιλανθρωπευόμενος, καὶ θεραπεύων τοὺς πάσχοντας.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἀντωνίου δὲ μόνον ἡ εὐχὴ καὶ ἡ ἄσκησις, ἧς ἕνεκεν ἐν τῷ ὄρει καθήμενος, ἔχαιρε μὲν τῇ τῶν θείων θεωρίᾳ, ἐλυπεῖτο δὲ διοχλούμενος ὑπὸ πολλῶν καὶ ἑλκόμενος εἰς τὸ ὄρος τὸ ἔξω.
Καὶ γὰρ καὶ δικασταὶ πάντες ἠξίουν ἀπὸ τοῦ ὄρους αὐτὸν κατέρχεσθαι, ἐπεὶ μὴ δυνατὸν ἦν αὐτοὺς εἰσελθεῖν ἐκεῖ, διὰ τοὺς ἀκολουθοῦντας τῶν δικαζομένων.
Ἠξίουν δὲ ὅμως, ἵνα ἔλθῃ καὶ μόνον αὐτὸν ἴδωσιν·
αὐτὸς μὲν οὖν ἐξετρέπετο καὶ παρῃτεῖτο τὰς πρὸς τούτους ὁδούς οἱ δὲ ἐπέμενον, καὶ μᾶλλον τοὺς ὑπευθύνους ὄντας ὑπὸ στρατιώτας προσέπεμπον·
ἵνα κἂν διὰ τὴν ἐκείνων πρόφασιν κατέλθῃ.
Πάσχων οὖν ἀνάγκην, καὶ ὁρῶν αὐτοὺς ὀδυρομένους, ἤρχετο μὲν εἰς τὸ ὄρος τὸ ἔξω·
οὐκ ἀνωφελὴς δὲ πάλιν ἦν ὁ σκυλμὸς αὐτοῦ·
πολλοῖς μὲν γὰρ εἰς ὄνησιν ἐγίνετο, καὶ εἰς εὐεργεσίαν ἡ ἄφιξις αὐτοῦ.
Τοὺς δὲ δικαστὰς ὠφέλει, συμβουλεύων πάντων μᾶλλον προκρίνειν τὸ δίκαιον·
καὶ φοβεῖσθαι τὸν Θεὸν, καὶ εἰδέναι, ὅτι οἵῳ κρίματι κρίνουσι, κριθήσονται.
Πλὴν τὴν ἐν τῷ ὄρει διατριβὴν πάντων μᾶλλον ἠγάπα.
Ποτὲ οὖν βίαν τοιαύτην παθὼν παρὰ τῶν χρείαν ἐχόντων, καὶ τοῦ στρατηλάτου διὰ πολλῶν ἀξιώσαντος αὐτὸν κατελθεῖν·
ἐλθὼν, καὶ ὁμιλήσας ὀλίγα, τὰ εἰς σωτηρίαν φθάνοντα, καὶ περὶ τῶν δεομένων, ἠπείγετο.
Τοῦ δὲ λεγομένου δουκὸς ἀξιοῦντος αὐτὸν ἐμβραδύνειν, ἔλεγε μὴ δύνασθαι χρονίζειν μετ' αὐτῶν, καὶ παραδείγματι χαρίεντι τοῦτον ἔπειθε λέγων·
Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ γῇ τελευτῶσιν, οὕτως οἱ μοναχοὶ βραδύνοντες μεθ' ὑμῶν, καὶ παρ' ὑμῖν ἐκδιατρίβοντες ἐκλύονται.
∆εῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως ἡμᾶς εἰς τὸ ὄρος ἐπείγεσθαι·
μήποτε ἐμβραδύνοντες, ἐπιλαθώμεθα τῶν ἔνδον.
Ἀκούσας δὲ ὁ στρατηλάτης ταῦτα παρ' αὐτοῦ, καὶ ἕτερα πολλὰ, θαυμάσας, ἔλεγεν, ἀληθῶς εἶναι τοῦτον δοῦλον τοῦ Θεοῦ·
πόθεν γὰρ ἰδιώτῃ τοιοῦτος καὶ τοσοῦτος νοῦς, εἰ μὴ ἦν ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ;

Άγιος Αντώνιος Βίος και Πολιτεία

Εἷς δέ τις στρατηλάτης, Βαλάκιος δὲ ἦν ὄνομα αὐτῷ, πικρῶς ἐδίωκεν ἡμᾶς τοὺς Χριστιανοὺς διὰ τὴν ὑπὲρ τῶν δυσωνύμων Ἀρειανῶν σπουδήν.
Καὶ ἐπειδὴ τοσοῦτον ἦν ὠμὸς, ὡς καὶ παρθένους τύπτειν, καὶ μονάζοντας γυμνοῦν καὶ μαστίζειν·
ἀποστέλλει πρὸς αὐτὸν ὁ Ἀντώνιος, καὶ γράφει τοιοῦτον ἔχουσαν νοῦν ἐπιστολήν·
Ὁρῶ ὀργὴν ἐπερχομένην ἐπὶ σέ·
παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ·
μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι.
Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολὴν ἔῤῥιψε χαμαὶ, πτύσας εἰς αὐτὴν, τοὺς δὲ κομίσαντας ὕβρισε, παραγγείλας ἀπαγγέλλειν Ἀντωνίῳ ταῦτα·
Ἐπειδὴ φροντίζεις περὶ τῶν μοναχῶν, ἤδη καί σε μετελεύσομαι.
Καὶ οὐ παρῆλθον ἡμέραι πέντε, καὶ κατέλαβεν αὐτὸν ἡ ὀργή.
Εἰς γὰρ τὴν πρώτην μονὴν Ἀλεξανδρείας τὴν λεγομένην Χαιρέου ἐξῆλθεν αὐτός τε ὁ Βαλάκιος καὶ Νεστόριος ὁ ἔπαρχος τῆς Αἰγύπτου, καὶ ἀμφότεροι μὲν ἐπεκαθέζοντο ἵπποις·
ἦσαν δὲ οὗτοι ἴδιοι τοῦ Βαλακίου, καὶ πραότεροι πάντων τῶν τρεφομένων παρ' αὐτῷ.
Ἀλλὰ μήπω φθασάντων αὐτῶν εἰς τὸν τόπον, ἤρξαντο παίζειν, ὡς εἰώθασι, πρὸς ἀλλήλους·
καὶ ἐξαίφνης ὁ πραότερος, ᾧ ἐπεκαθέζετο Νεστόριος, δήγματι τὸν Βαλάκιον καταβαλὼν ἐπέπεσεν αὐτῷ·
καὶ οὕτω τοῖς ὀδοῦσιν ἐσπάραξε τὸν μηρὸν αὐτῷ, ὡς εὐθὺς μὲν ἀπενεχθῆναι εἰς τὴν πόλιν, ἐν τρισὶ δὲ ἡμέραις ἀποθανεῖν·
καὶ πάντας θαυμάζειν, ὅτι ἃ προείρηκεν ὁ Ἀντώνιος, ταχέως πεπλήρωται.
Οὕτω μὲν οὖν τοῖς πικροτέροις παρῄνει·
τοὺς δὲ ἄλλους τοὺς πρὸς αὐτὸν ἀπαντῶντας οὕτως ἐνουθέτει, ὡς ἐπιλανθάνεσθαι παρ' αὐτὰ τοῦ δικάζειν, καὶ μακαρίζειν τοὺς ἀναχωροῦντας ἀπὸ τοῦ βίου τούτου.
Οὕτω δὲ τῶν ἀδικουμένων προΐστατο, ὡς νομίζειν μὴ ἄλλους, ἀλλ' αὐτὸν εἶναι τὸν πάσχοντα.
Οὕτω δὲ πάλιν πρὸς ὠφέλειαν πᾶσιν ἦν ἱκανὸς, ὡς πολλοὺς στρατευομένους, καὶ τῶν τὰ πολλὰ κεκτημένων, ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη, καὶ λοιπὸν γίνεσθαι μοναχούς.
Καὶ ὅλως ὥσπερ ἰατρὸς ἦν δοθεὶς παρὰ τοῦ Θεοῦ τῇ Αἰγύπτῳ.
Τίς γὰρ λυπούμενος ἀπήντα, καὶ οὐχ ὑπέστρεφε χαίρων;
τίς ἤρχετο θρηνῶν διὰ τοὺς αὐτοῦ τεθνηκότας, καὶ οὐκ εὐθέως ἀπετίθετο τὸ πένθος;
τίς ὀργιζόμενος ἤρχετο, καὶ οὐκ εἰς φιλίαν μετεβάλλετο;
τίς πένης ἀκηδιῶν ἀπήντα, καὶ ἀκούων αὐτοῦ καὶ βλέπων αὐτὸν, οὐ κατεφρόνει τοῦ πλούτου, καὶ παρεμυθεῖτο τὴν πενίαν;
τίς μοναχὸς, ὀλιγωρήσας, καὶ ἐλθὼν πρὸς αὐτὸν, οὐ μᾶλλον ἰσχυρότερος ἐγένετο;
τίς νεώτερος ἐλθὼν εἰς τὸ ὄρος, καὶ θεωρήσας Ἀντώνιον, οὐκ εὐθέως ἐξηρνεῖτο τὰς ἡδονὰς, καὶ ἠγάπα σωφροσύνην;
τίς ἤρχετο πρὸς αὐτὸν ὑπὸ δαίμονος πειραζόμενος, καὶ οὐκ ἀνεπαύετο;
τίς δὲ ἐν λογισμοῖς ἐνοχλούμενος ἤρχετο, καὶ οὐκ ἐγαληνία τῇ διανοίᾳ;
Καὶ γὰρ καὶ τοῦτο ἦν μέγα τῆς ἀσκήσεως τοῦ Ἀντωνίου, ὅτι, καθὰ προεῖπον, χάρισμα διακρίσεως πνευμάτων ἔχων, ἐπεγίνωσκεν αὐτῶν τὰ κινήματα·
καὶ πρὸς ὅ τις αὐτῶν εἶχε τὴν σπουδὴν καὶ τὴν ὁρμὴν, τοῦτο οὐκ ἠγνόει.
Καὶ οὐ μόνον αὐτὸς οὐκ ἐπαίζετο παρ' αὐτῶν, ἀλλὰ καὶ τοὺς ἐνοχλουμένους ἐν λογισμοῖς παρακαλῶν ἐδίδασκε, πῶς ἂν δύναιντο τὰς ἐκείνων ἐπιβουλὰς ἀνατρέπειν·
διηγούμενος τῶν ἐνεργούντων τὰς ἀσθενείας καὶ τὰς πανουργίας.
Ἕκαστος γοῦν, ὥσπερ ἐπαλιφεὶς παρ' αὐτοῦ, κατήρχετο καταθαῤῥῶν τῶν νοημάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ.
Πόσαι δὲ καὶ μνηστῆρας ἔχουσαι παρθένοι, καὶ μόνον ἀπὸ τοῦ πέραν ἰδοῦσαι τὸν Ἀντώνιον, ἔμειναν τῷ Χριστῷ παρθένοι;
Ἤρχοντο δὲ καὶ ἀπὸ τῶν ἔξω μερῶν πρὸς αὐτόν.
Καὶ αὐτοὶ μετὰ πάντων τὴν ὠφέλειαν ἐσχηκότες ὑπέστρεφον, ὡς παρὰ πατρὸς προπεμπόμενοι.
Ἀμέλει κοιμηθέντος αὐτοῦ, πάντες, ὡς ὀρφανοὶ γενόμενοι πατρὸς, μόνῃ τῇ ἐκείνου μνήμῃ παρακαλοῦσιν ἑαυτοὺς, κατέχοντες ἅμα τὰς νουθεσίας καὶ τὰς παραινέσεις αὐτοῦ.

Οἷον δὲ καὶ τὸ τέλος αὐτῷ τοῦ βίου γέγονεν, ἄξιον κἀμὲ μνημονεῦσαι, καὶ ὑμᾶς ἀκοῦσαι ποθοῦντας·
καὶ τοῦτο γὰρ αὐτοῦ ζηλωτὸν γέγονε.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Κατὰ τὸ εἰωθὸς ἐπεσκέπτετο τοὺς μοναχοὺς τοὺς ἐν τῷ ὄρει τῷ ἔξω, καὶ προσμαθὼν παρὰ τῆς Προνοίας περὶ τῆς ἑαυτοῦ τελευτῆς, ἐλάλει τοῖς ἀδελφοῖς λέγων·
Ταύτην ὑμῶν τὴν ἐπίσκεψιν ὑστέραν ποιοῦμαι, καὶ θαυμάζω, εἰ πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν.
Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι·
εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν.
Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ περιεπτύσσοντο καὶ κατεφίλουν τὸν γέροντα·
ὁ δὲ, ὡς ἀπὸ ἀλλοτρίας εἰς ἰδίαν ἀπαίρων πόλιν, χαίρων διελέγετο·
καὶ παρήγγελλεν αὐτοῖς μὴ ὀλιγωρεῖν ἐν τοῖς πόνοις, μηδὲ ἐκκακεῖν ἐν τῇ ἀσκήσει·
ἀλλ' ὡς καθ' ἡμέραν ἀποθνήσκοντας ζῇν·
καὶ καθὰ προεῖπον σπουδάζειν τὴν ψυχὴν φυλάττειν ἀπὸ ῥυπαρῶν λογισμῶν·
καὶ τὸν ζῆλον ἔχειν πρὸς τοὺς ἁγίους, μὴ ἐγγίζειν δὲ Μελετιανοῖς τοῖς σχισματικοῖς·
οἴδατε γὰρ αὐτῶν τὴν πονηρὰν καὶ βέβηλον προαίρεσιν·
μηδὲ κοινωνίαν ἔχειν τινὰ πρὸς τοὺς Ἀρειανούς·
καὶ γὰρ καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἔκδηλός ἐστι.
Μηδ' ἂν θεωρήσητε προϊσταμένους αὐτῶν τοὺς δικαστὰς, ταράττεσθε·
παύσεται γὰρ, καὶ θνητὴ καὶ πρὸς ὀλίγον ἐστὶν αὐτῶν ἡ φαντασία.
Καθαροὺς οὖν ἑαυτοὺς μᾶλλον ἀπὸ τούτων φυλάττετε, καὶ τηρεῖτε τήν τε τῶν Πατέρων παράδοσιν, καὶ προηγουμένως τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσεβῆ πίστιν, ἣν ἐκ τῶν Γραφῶν μὲν μεμαθήκατε, παρ' ἐμοῦ δὲ πολλάκις ὑπεμνήσθητε.
Τῶν δὲ ἀδελφῶν βιαζομένων μεῖναι αὐτὸν παρ' αὐτοῖς, κἀκεῖ τελειωθῆναι, οὐκ ἠνέσχετο διὰ πολλὰ μὲν, ὡς αὐτὸς καὶ σιωπῶν ἐνέφαινε, καὶ διὰ τοῦτο δὲ μάλιστα·
οἱ Αἰγύπτιοι τὰ τῶν τελευτώντων σπουδαίων σώματα, καὶ μάλιστα τῶν ἁγίων μαρτύρων, φιλοῦσι μὲν θάπτειν καὶ περιελίσσειν ὀθονίοις·
μὴ κρύπτειν δὲ ὑπὸ γῆν, ἀλλ' ἐπὶ σκιμποδίων τιθέναι, καὶ φυλάττειν ἔνδον παρ' ἑαυτοῖς·
νομίζοντες ἐν τούτῳ τιμᾷν τοὺς ἀπελθόντας.
Ὁ δὲ Ἀντώνιος πολλάκις περὶ τούτου καὶ ἐπισκόπους ἠξίου παραγγέλλειν τοῖς λαοῖς·
ὁμοίως δὲ καὶ λαϊκοὺς ἐνέτρεπε, καὶ γυναιξὶν ἐπέπληττε, λέγων, μήτε νόμιμον, μήτε ὅλως ὅσιον εἶναι τοῦτο.
Καὶ γὰρ τὰ τῶν πατριαρχῶν καὶ τὰ τῶν προφητῶν σώματα μέχρι νῦν σώζεται εἰς μνήματα·
καὶ αὐτὸ δὲ τὸ τοῦ Κυρίου σῶμα εἰς μνημεῖον ἐτέθη, λίθος τε ἐπιτεθεὶς ἔκρυψεν αὐτὸ, ἕως ἀνέστη τριήμερον.
Καὶ ταῦτα λέγων, ἐδείκνυε παρανομεῖν τὸν μετὰ θάνατον μὴ κρύπτοντα τὰ σώματα τῶν τελευτώντων, κἂν ἅγια τυγχάνῃ.
Τί γὰρ μεῖζον ἢ ἁγιώτερον τοῦ Κυριακοῦ σώματος;
Πολλοὶ οὖν, ἀκούσαντες, ἔκρυψαν ὑπὸ γῆν λοιπὸν, καὶ ηὐχαρίστουν τῷ Κυρίῳ, καλῶς διδαχθέντες.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Αὐτὸς δὲ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτως σῶμα, ἤπειξεν ἑαυτὸν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς·
καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησε·
καὶ καλέσας τοὺς συνόντας αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμειναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας), ἔλεγε πρὸς αὐτούς·
Ἐγὼ μὲν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πορεύομαι·
ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυρίου·
ὑμεῖς δὲ νήφετε, καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε·
ἀλλ' ὡς νῦν ἀρχὴν ἔχοντες, σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν.
Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσὶν, ἀσθενεῖς δὲ τῇ δυνάμει.
Μὴ οὖν φοβηθῆτε αὐτοὺς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε, καὶ τούτῳ πιστεύετε·
καὶ ὡς καθ' ἡμέραν ἀποθνήσκοντες ζήσατε, προσέχοντες ἑαυτοῖς, καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ' ἐμοῦ παραινέσεων.
Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς, μήθ' ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς.
Οἴδατε γὰρ πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομάχον αὐτῶν καὶ ἑτερόδοξον αἵρεσιν.
Σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτοὺς, προηγουμένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις·
ἵνα μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ὡς φίλους καὶ γνωρίμους, δέξωνται καὶ αὐτοί.
Ταῦτα λογίζεσθε, ταῦτα φρονεῖτε·
καὶ εἰ μέλει ὑμῖν περὶ ἐμοῦ, καὶ μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται·
τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, καὶ ἦλθον ὧδε.
Οἴδατε δὲ καὶ πῶς ἀεὶ ἐνέτρεπον τοὺς τοῦτο ποιοῦντας, καὶ παρήγγελλον παύσασθαι τῆς τοιαύτης συνηθείας.
Θάψατε οὖν τὸ ἡμέτερον ὑμεῖς, καὶ ὑπὸ γῆν κρύψατε·
καὶ ἔστω τὸ παρ' ἐμοῦ ῥῆμα φυλαττόμενον παρ' ὑμῖν, ὥστε μηδένα γινώσκειν τὸν τόπον, πλὴν ὑμῶν μόνων.
Ἐγὼ γὰρ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἀπολήψομαι παρὰ τοῦ Σωτῆρος ἄφθαρτον αὐτό.
∆ιέλετε δέ μου τὰ ἐνδύματα·
καὶ Ἀθανασίῳ μὲν τῷ ἐπισκόπῳ δότε τὴν μίαν μηλωτὴν, καὶ ὃ ὑπεστρωννυόμην ἱμάτιον, ὅπερ αὐτὸς μέν μοι καινὸν δέδωκε, παρ' ἐμοὶ δὲ πεπαλαίωται·
καὶ Σαραπίωνι δὲ τῷ ἐπισκόπῳ δότε τὴν ἑτέραν μηλωτήν·
καὶ ὑμεῖς ἔχετε τὸ τρίχινον ἔνδυμα.
Καὶ λοιπὸν σώζεσθε, τέκνα·
ὁ γὰρ Ἀντώνιος μεταβαίνει, καὶ οὐκ ἔτι μεθ' ὑμῶν ἐστι.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ταῦτα εἰπὼν, καὶ ἀσπασαμένων ἐκείνων αὐτὸν, ἐξάρας τοὺς πόδας, καὶ ὥσπερ φίλους ὁρῶν τοὺς ἐλθόντας ἐπ' αὐτὸν, καὶ δι' αὐτοὺς περιχαρὴς γενόμενος, ἐφαίνετο γὰρ ἀνακείμενος ἱλαρῷ τῷ προσώπῳ, ἐξέλιπε, καὶ προσετέθη πρὸς τοὺς πατέρας.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Κἀκεῖνοι λοιπὸν, καθὰ δέδωκεν αὐτοῖς ἐντολὰς, θάψαντες καὶ εἱλίξαντες, ἔκρυψαν ὑπὸ γῆν αὐτοῦ τὸ σῶμα, καὶ οὐδεὶς οἶδε τέως, ποῦ κέκρυπται, πλὴν μόνων αὐτῶν τῶν δύο.
Καὶ τῶν λαβόντων δὲ ἕκαστος τὴν μηλωτὴν τοῦ μακαρίου Ἀντωνίου, καὶ τὸ τετριμμένον παρ' αὐτοῦ ἱμάτιον, ὥς τι μέγα χρῆμα φυλάττει.
Καὶ γὰρ καὶ βλέπων αὐτὰ, ὡς Ἀντώνιόν ἐστι θεωρῶν·
καὶ περιβαλλόμενος δὲ αὐτὰ, ὡς τὰς νουθεσίας αὐτοῦ βαστάζων ἐστὶ μετὰ χαρᾶς.
Τοῦτο τῆς ἐν σώματι ζωῆς Ἀντωνίου τὸ τέλος, κἀκείνη τῆς ἀσκήσεως ἀρχή.
Καὶ εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν ἀρετὴν ἐκείνου, ἀλλ' ἀπὸ τούτων λογίζεσθε καὶ ὑμεῖς, ὁποῖος ἦν ὁ τοῦ Θεοῦ ἄνθρωπος Ἀντώνιος, ὁ ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλικίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως·
καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς, μήτε δι' ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος, ἢ νιψάμενος κἂν τοὺς πόδας ὕδατι·
καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής.
Καὶ γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχε, βλέπων καλῶς·
καὶ τῶν ὀδόντων οὐδὲ εἷς ἐξέπεσεν αὐτοῦ·
μόνον δὲ ὑπὸ τὰ οὖλα τετριμμένοι ἐγεγόνεισαν, διὰ τὴν πολλὴν ἡλικίαν τοῦ γέροντος.
Καὶ τοῖς ποσὶ δὲ καὶ ταῖς χερσὶν ὑγιὴς διέμεινε, καὶ ὅλως πάντων τῶν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφόροις ἐνδύμασι χρωμένων φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο, καὶ πρὸς ἰσχὺν προθυμότερος.
Καὶ τὸ πανταχοῦ δὲ τοῦτον διαβεβοῆσθαι, καὶ θαυμάζεσθαι μὲν παρὰ πάντων, ποθεῖσθαι δὲ καὶ παρὰ τῶν μὴ ἑωρακότων αὐτὸν, τῆς ἀρετῆς καὶ τῆς θεοφιλοῦς αὐτοῦ ψυχῆς ἐστι γνώρισμα.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Οὐ γὰρ ἐκ συγγραμμάτων, οὐδὲ ἐκ τῆς ἔξωθεν σοφίας, οὐδὲ διά τινα τέχνην, διὰ δὲ μόνην θεοσέβειαν ὁ Ἀντώνιος ἐγνωρίσθη.
Τοῦτο δὲ ὡς Θεοῦ δῶρον οὐκ ἄν τις ἀρνήσαιτο.
Πόθεν γὰρ εἰς τὰς Σπανίας καὶ εἰς τὰς Γαλλίας, πῶς εἰς τὴν Ῥώμην καὶ τὴν Ἀφρικὴν, ἐν ὄρει κεκρυμμένος καὶ καθήμενος ἠκούσθη, εἰ μὴ ὁ Θεὸς ἦν, ὁ πανταχοῦ τοὺς ἑαυτοῦ γνωρίζων ἀνθρώπους, ὁ καὶ Ἀντωνίῳ τοῦτο κατὰ τὴν ἀρχὴν ἐπαγγειλάμενος;
Κἂν γὰρ αὐτοὶ κεκρυμμένως πράττωσι, κἂν λανθάνειν ἐθέλωσιν·
ἀλλ' ὁ Κύριος αὐτοὺς ὡς λύχνους δείκνυσι πᾶσιν, ἵνα καὶ οὕτως οἱ ἀκούοντες γινώσκωσι δυνατὰς εἶναι τὰς ἐντολὰς εἰς τὸ κατορθοῦν, καὶ ζῆλον τῆς ἐπ' ἀρετὴν ὁδοῦ λαμβάνωσι.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ταῦτα τοίνυν τοῖς μὲν ἄλλοις ἀδελφοῖς ἀνάγνωτε, ἵνα μάθωσιν ὁποῖος ὀφείλει τῶν μοναχῶν ὁ βίος εἶναι, καὶ πεισθῶσιν, ὅτι ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς δοξάζοντας αὐτὸν δοξάζει, καὶ τοὺς δουλεύοντας αὐτῷ μέχρι τέλους οὐ μόνον εἰς τὴν βασιλείαν ἄγει τῶν οὐρανῶν, ἀλλὰ καὶ ἐνταῦθα κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ.

Άγιος Αντώνιος Βίος και Πολιτεία

Ἐὰν δὲ χρεία γένηται, καὶ τοῖς ἐθνικοῖς ἀνάγνωτε·
ἵνα κἂν οὕτως ἐπιγνῶσιν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ μόνον ἐστὶ Θεὸς καὶ τοῦ Θεοῦ Υἱός·
ἀλλ' ὅτι καὶ οἱ τούτῳ γνησίως λατρεύοντες, καὶ πιστεύοντες εἰς αὐτὸν εὐσεβῶς, τοὺς δαίμονας, οὓς αὐτοὶ οἱ Ἕλληνες νομίζουσιν εἶναι θεοὺς, τούτους οἱ Χριστιανοὶ ἐλέγχουσιν, οὐ μόνον μὴ εἶναι θεοὺς, ἀλλὰ καὶ πατοῦσι καὶ διώκουσιν, ὡς πλάνους καὶ φθορέας τῶν ἀνθρώπων τυγχάνοντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Your rating: None Average: 5 (1 vote)


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα