Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα

Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα


Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν.
Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου·
καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων.
Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς·
ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος ∆αυῒδ Χριστὸν, ὃν καὶ προσεδόκων·
ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας.
Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον·
Οὐκ οἴδαμεν πόθεν ἐστίν·
εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις.
Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου.

Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι ὀκτώ·
κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην·
καὶ ἀργεῖ τὸ σάββατον διὰ τὴν περιτομήν.
Ἐρωτήσωμεν τοίνυν Ἰουδαίους·
Ἄνεσις τὸ σάββατον·
ἀργία τελεία ἡ ἡμέρα·
τίνος ἕνεκεν ἐκβάλλει ἡ ὀγδόη τὴν ἑβδόμην;
διὰ τί ἡ ὀγδόη γίνεται ἐπάνω τῆς ἑβδόμης;
Ἀλλὰ Ἰουδαῖοι μὲν τὰ Ἰουδαϊκὰ οὐκ οἴδασιν·
ἡ δὲ Ἐκκλησία τοῦ Χριστοῦ τὸν Χριστὸν οἶδε καὶ τὰ Ἰουδαϊκὰ μαθήματα.
Περιτέμνεται γὰρ τὸ παιδίον τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου.
∆ιὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ;
διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ;
Φανερὰ τοίνυν ἡ ὀγδόη καθ' ἣν ἀνίσταται ὁ Κύριος.
Εἴ τις οὖν μὴ πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ.
Ἡ δὲ περιτομὴ, τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθησις.
∆ιὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται·
τὸ δὲ ἅγιον βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως.
Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν.
Ὀγδόη δέ ἐστιν ἡ περιτομή·
ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις·
τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα·
ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικώτερα.
Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν·
δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν, καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι.
Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη,
Φησὶν οὖν ὁ εὐαγγελιστής·
Ἐπληρώθησαν αὐτῷ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι·
ἦν γὰρ πρὸ τοῦ συλληφθῆναι.
Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε τὸ ἔργον.
Καὶ ὅτε ἐπληρώθησαν.
φησὶν, αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως.

Τίνος καθαρισμοῦ;
Τῆς Μαρίας καὶ τοῦ Ἰωσήφ·
ἐκέλευσε γὰρ ὁ νόμος τὴν νεοτόκον γυναῖκα καθαρίζεσθαι, καὶ τηρεῖν τὰς ἡμέρας, καὶ ἀπρόϊτον εἶναι.
Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωϋσέως καίτοι οὐκ ἀνάγκην εἶχεν ἡ Παρθένος, ἀλλ' ὅμως ὁ νόμος ἐπληροῦτο, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.
Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως·
ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου·
οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου·
ὅσα γὰρ λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ ἀλλ' ὁ Κύριος ὑποβάλλει·
ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον·
ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον·
Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·
πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.
Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο.
Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ' ἦν πρωτότοκα μόνον·
ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν.
Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύπωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶσθαι.

Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν;
σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευματικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆσαι.
Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
Ἐγένετο δὲ καὶ ταῦτα τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμπλήρωσιν τοῦ νόμου.
Ταῦτα αἰνίγματά εἰσι νομικά·
ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν·
Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών·
καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής·
καὶ ἦν Πνεῦμα Θεοῦ ἐπ' αὐτόν.
Οὗτος ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.
Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν·
ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων παρ' ἑαυτῷ·
Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ.
Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν κατ' ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον.
Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ' ἰδίαν πρόφασιν·
τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειραγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας.
Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.
Πόθεν ἀπολύεις;
Ἐκ τοῦ βιωτικοῦ σκάμματος·
λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος.
Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν·
εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέλειός ἐστιν τὴν πίστιν.
Ὅμως ἔλεγε·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.
Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο·
ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε.
Συμεὼν βοᾷ·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί.
Τί ἐστιν ὃ λέγει;
Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον·
νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλμοί μου·
καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον οἱ ὀφθαλμοί μου τετελειωμένον.
Τί δέ;
Εἶδον, φησὶ, τὸ σωτήριόν σου.
Ποῖον;
Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν·
καθολικῶς γὰρ ὁ τεχθεὶς διδάσκαλος.
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
∆ιὰ τί φῶς;
Ἐπειδήπερ τὰ ἔθνη ἐν σκότει ὑπῆρχον·
ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτίζετο.
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις·
ἐκεῖ διδασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις.
∆όξαν λαοῦ σου Ἰσραήλ.
Ἀλλὰ πάντως ἐρεῖ τις·
Καὶ ποῦ εἰσὶν οἱ Ἰσραηλῖται;
Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλησίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας·
ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος.
Εἰ μὴ γὰρ ὁ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.
Καὶ γὰρ λέγει ὁ Θεός·
Εἶτα κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
Οὕτως ἐν τῷ λαῷ ἐφυλάττετο τὸ σπέρμα τῆς πίστεως, καὶ οὐκ ἀπώλετο ὅλος ὁ λαός·
μὴ γένοιτο! οὐδὲ διεφθάρησαν πάντες οἱ Ἰουδαῖοι·
ἐπειδὴ καὶ νῦν ἐν ταύτῃ τῇ μακαρίᾳ καταστάσει καὶ κλήσει πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
Ἐκάλεσε γὰρ ὁ Χριστὸς πᾶσαν τὴν οἰκουμένην, καὶ παρεσκεύασε τὴν ἁγίαν τοῦ Εὐαγγελίου ἑστίασιν.
Ἀλλ' ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ παρουσίᾳ, εἰσέρχεται καὶ ποιεῖ ἐκλογὴν, καὶ περιεργάζεται τοὺς ἀνακειμένους·
κἂν εὕρῃ τῶν ἀνακειμένων τινὰ μὴ ἔχοντα ἔνδυμα γάμου, λέγει αὐτῷ·
Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου, Καὶ ἀποβαλεῖ αὐτὸν, καθὼς ἠκούσαμεν ἐν τοῖς Εὐαγγελίοις.
Ὥστε κἀκεῖ γέγονεν ἐκλογὴ, καὶ ἐνταῦθα γενήσεται ἐκλογή.

Μὴ γὰρ ἐπειδὴ ἐκλήθημεν, ὀφείλομεν ἀπεντεῦθεν ἤδη αὐθαδιάζεσθαι, ὡς δὴ τὸ τέλειον κατεσχηκότες;
τῶν γὰρ πρώτων τὸ πτῶμα, ἡμῶν ἀσφάλεια γενέσθω.
Οὕτως, ἀγαπητὲ, καὶ ὁ λαὸς οὐχ ἅπας ἀπώλετο, οὐδ' ὅλος διεφθάρη, οὐδ' ὅλος ἠπίστησεν, οὐδ' ὅλος ἐδίωξε τοὺς ἀποστόλους, ἀλλ' ἐπίστευσαν διὰ τῶν ἀποστόλων ἅμα τρισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων·
καὶ ἐγένετο ἐν Ἱερουσαλὴμ μυρίανδρος Ἐκκλησία μηδέπω τοῦ ναοῦ καταστραφέντος, μηδέπω τῶν Ἰουδαίων ἐκβληθέντων, μηδέπω τῆς Ἱερουσαλὴμ κατενεχθείσης.
Ὠκοδομήθη Ἐκκλησία, καὶ ἐγένετο τοῦ Ἰωάννου τὰ ῥήματα ἀλήθεια ἐναργής·
Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
Ὁ τοίνυν Συμεὼν προφήτης.
ὑπάρχων λέγει·
∆όξαν λαοῦ σου Ἰσραήλ.
∆όξα γὰρ ἦν τῶν προσδοκώντων ἡ ἀπάντησις τοῦ προσδοκωμένου·
καὶ δοξάζουσιν ὅ τε Ἰωσὴφ καὶ ἡ Μαρία τὰ λεγόμενα·
ἄγγελος εὐηγγελίσατο, μάγοι ἐπέγνωσαν, ποιμένες ἤκουον, στρατιαὶ ἀγγέλων ἐχόρευον, ἀστὴρ ἐμήνυσεν ἄνωθεν, Συμεὼν προφητεύει, Ἄννα θυγάτηρ Φανουὴλ προφητεύει, ἡ γῆ ἠγάλλετο, ὁ οὐρανὸς δι' ἀστέρος ἐφθέγξατο, μάγοι τὸν τύραννον ἠρνήσαντο, οἱ ποιμένες τὸν ἀρχιποιμένα προσεκύνησαν, τὰ πάντα ἐπέγνω, ἡ μήτηρ ᾔδει, ὁ Ἰωσὴφ ἤκουσεν, ἔτρεμον ἐπὶ τοῖς πράγμασι, συνῆκαν δὲ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν.
Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ·
Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
Τίνων εἰς πτῶσιν;
∆ηλονότι τῶν ἀπιστούντων, τῶν ἀντιλεγόντων, τῶν σταυρούντων.
Τίνων εἰς ἀνάστασιν;
Τῶν ἐπιγινωσκόντων καὶ εὐγνωμόνως ὁμολογούντων.
Καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
Ποῖον σημεῖον ἀντιλεγόμενον;
Τὸ σημεῖον τοῦ σταυροῦ, ὃ οἶδεν ἡ Ἐκκλησία σωτήριον τοῦ κόσμου, ᾧ ἐχθραίνουσιν οἱ Ἰουδαῖοι, ὅπερ πολλάκις καὶ ὁ οὐρανὸς ἐκήρυξεν.
Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα νικήσῃ ἡ ἀλήθεια·
ἄνευ γὰρ ἀντιλογίας ὁλόκληρος οὐ γίνεται νίκη.
Ἔδει τοίνυν τὴν ἀντιλογίαν εἰσαχθῆναι, ἵνα ὁ δικαστὴς μακροθυμίᾳ τὴν ψῆφον δι' ὅλου τοῦ αἰῶνος προσενέγκῃ.
∆ιό φησι·
Καὶ εἰς σημεῖον ἀντιλεγόμενον·
ἀντιλέγουσι δὲ οἱ ἀπιστοῦντες.
Καὶ σὺ δὲ, φησὶ, δοκεῖς εἶναι μήτηρ·
ἆρα οὖν σὺ ἀπείραστος γενήσῃ, ἐπειδὴ ὡμολόγησας εἶναι μήτηρ, ἐπειδὴ ἔτεκες αὐτὸν, ἐπειδὴ ἔδοξας αὐτῷ κιχρᾷν σου τὴν μήτραν;
ἐγένετο γάρ σου ἡ κοιλία ἄγγος τῆς ἐνεργείας τοῦ Πνεύματος.

Ἆρα οὖν ἀπείραστος γενήσῃ, ἐπειδὴ γέγονας Θεοτόκος, ἐπειδὴ ἀπειρόγαμος οὖσα συνέλαβες, ἐπειδὴ κατεσκευάσθης μήτηρ τοῦ σοῦ δημιουργοῦ;
ἆρα σὺ ἀπείραστος γενήσῃ;
Οὐδὲ σὺ ἀπείραστος ἔσῃ, ἀλλὰ Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.
∆ιὰ τί, ὦ Κύριε;
τί γὰρ ἐγὼ ἥμαρτον;
Ἥμαρτες μὲν οὐδέν·
ὅταν δὲ ἴδῃς αὐτὸν ἐν σταυρῷ κρεμάμενον, ὅταν ἴδῃς αὐτὸν πάσχοντα ὑπὲρ τοῦ κόσμου, ὅταν ἴδῃς αὐτοῦ τὰς χεῖρας ἡπλωμένας ἐν τῷ σταυρῷ, καὶ ἐν τῷ ξύλῳ προσηλωμένας, τότε ἄρχῃ ἀμφιβάλλειν καὶ λέγειν·
Οὗτός ἐστι περὶ οὗ ἄγγελός μοι διελέχθη;
οὗτός ἐστιν ἐφ' οὗ γέγονε τῆς ἐμῆς συλλήψεως τὸ θαῦμα;
Παρθένος ἤμην καὶ τέτοκα καὶ ἔμεινα παρθένος.
∆ιὰ τί οὗτος σταυροῦται;
Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.
Ὥστε οὐδεὶς ἀπείραστος γέγονε, κατὰ τὴν προφητείαν τοῦ δικαίου Συμεών.
Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τρὶς ἠρνήσατο·
οἱ ἄλλοι μαθηταὶ καταλιπόντες αὐτὸν ἔφυγον.
Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκδιώκων·
οὐδὲ ὁ ἀγωνιστὴς εἶχε χρείαν τῶν βοηθούντων, ἀλλὰ πάντες ἀνεχώρησαν·
Χριστὸς δὲ μόνος ἦν ὡσεὶ κριὸς κρεμάμενος.
∆ιῆλθε τοίνυν καὶ αὐτῆς τὴν ψυχὴν ῥομφαία·
τὸ πειρατήριον, καὶ ἡ ἀμφιβολία·
Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
Ὥστε πάσχει ὁ Ἰησοῦς εἰς ἔλεγχον τῆς ἀπιστίας, εἰς σύστασιν τῆς τῶν πιστευόντων εὐγνωμοσύνης.
Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέγοντες.
Εἰ γὰρ πάντα τρόπον ἀναντίῤῥητος ἦν παρὰ ἀνθρώποις ἡ ἀλήθεια, ἀδόκιμος ἔμελλεν εἶναι καὶ ἡ εὐσέβεια·
ἡ δὲ συγχώρησις τῆς ἀντιλογίας δοκιμὴν ποιεῖ τῇ αἱρέσει τῆς ἀληθείας.
Ἀντιλέγεται τὸ σημεῖον·
ἐπεὶ πῶς ἂν ἐδοκιμάσθησαν μάρτυρες ἐν διωγμοῖς;
πῶς ἂν ἠγωνίσαντο, νικηταὶ διὰ τῆς καρτερίας ἀναδεικνύμενοι;
Ὅρα ὅσον ὠφέλησεν ἡ ἀντιλογία, ὅτι κατεσκεύασεν οὐ πιστοὺς ἁπλῶς, ὡς ἄν τις εἴποι, ἀλλὰ καὶ μάρτυρας ἕως βασάνων καὶ θανάτου προελθόντας, καὶ δεῖγμα τῆς τοῦ Χριστοῦ χάριτος διὰ τῆς αὐτῶν καρτερίας παρασχόντας.

Ὅταν οὖν Συμεὼν λέγῃ·
Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, νοητέον, ὅτι οὔτε τὴν πτῶσιν ἐργάζεται, οὔτε τὴν ἀνάστασιν βίᾳ προσάγει·
ἀλλὰ κεῖται μὲν εἰς πτῶσιν τοῖς προσκόπτουσι τῷ λίθῳ τοῦ προσκόμματος·
εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαιρέσεως πιστεύουσι·
κεῖται γάρ·
ὥσπερ ἄν τις εἴποι·
Τὸ φῶς ἀνατέλλει, ἵνα οἱ ὑγιαίνοντες βλέπωσιν·
οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀλγοῦντες, ἐπὶ πλεῖον φύγωσι τοῦ φέγγους τὰς αὐγάς.
Πῶς δ' ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον ἀντελέγετο;
Πῶς λέγει Συμεὼν, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον;
Ἵνα μὴ ξενίσῃ τοὺς πιστεύοντας ἡ ἀντιλογία.
Ὅτι δὲ καὶ ἡ κατὰ Θεὸν ἀλήθεια ἀντιλέγεται, δῆλον ὅτι τοῦ Θεοῦ συγχωροῦντος·
οὐδεὶς γὰρ ἂν ἠδύνατο ἀντειπεῖν, εἰ μὴ Θεὸς συνεχώρει·
ἀναγκαία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
Ἔσται γὰρ καιρὸς ὅτε οὐκ ἔτι ἀντίῤῥησις·
ὅταν γὰρ τὸ σημεῖον προλάμψῃ ἀπ' οὐρανῶν, τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Χριστὸς Κύριος εἰς δόξαν Θεοῦ Πατρός.
Ἕως μὲν γὰρ τὸ σημεῖον αὐτὸ μόνον ὑποφαίνεται, καὶ σημεῖον αὐτὸ μόνον ἐστὶν, καὶ τοῦ σημαινομένου ὁρωμένου οὐδαμοῦ, ἀντιλέγεται τὸ σημεῖον·
ἐπειδὰν δὲ αὐτὸς ὁ σημαινόμενος ἀποκαλυφθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, οὐκ ἔτι τολμᾷ τις ἀντειπεῖν τῷ σημείῳ, τοῦ σημαινομένου τρανεῖ τῇ θεότητι παραγενομένου κατὰ τῶν ἀντειπόντων.

Τότε οἱ μὲν δεξάμενοι τὸ σημεῖον δοξασθήσονται ὑπὸ τοῦ σημανθέντος.
οἱ δὲ ἀντειπόντες τῷ σημείῳ κατακριθήσονται ὑπὸ τοῦ δηλωθέντος·
καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπιστίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων·
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

Πειραϊκὴ Ἐκκλησία

Ακούστε (((ο)))
Πειραϊκή Εκκλησία 912fm

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

περισσότερα